ΩΣΠΕΡ ἐὰν ᾖ τις πλούσιος καὶ ποιῇ δεῖπνα πολυτελῆ ἐκ τοῦ πλούτου αὐτοῦ καὶ τοῦ θησαυροῦ οὗπερ ἔχει ἀναλίσκει καὶ οὐ δέδοικε, μή τι αὐτῷ ἐνδεήσῃ, ἔχων πλοῦτον μέγαν καὶ οὕτως εὐφραίνει πολυτελῶς καὶ λαμπρῶς τοὺς κληθέντας ὑπ᾿ αὐτοῦ, διάφορα καὶ πολυτελῆ καὶ καινότερά τινα ἐδέσματα παρέχων αὐτοῖς. Ὁ δὲ πένης καὶ ἐνδεὴς πλούτου ἐὰν βουληθῇ δεῖπνον παρασκευάσαι τισί, πάντα κιχρᾶται, καὶ αὐτὰ τὰ σκεύη καὶ ἱμάτια καὶ ἄλλα εἴδη, καὶ οὕτω μετὰ τὸ δειπνῆσαι τοὺς κληθέντας ὡς ἐν δείπνῳ πένητος, ὕστερον ἑνὶ ἑκάστῳ ἀποδίδωσιν, ὅσα ἐχρήσατο σκεύη ἀργύρου ἢ ἱμάτια ἢ ἕτερα εἴδη· καὶ οὕτω πάντων ἑκάστῳ ἀποδοθέντων αὐτὸς πένης καὶ γυμνὸς ἀπομένει, μὴ ἔχων ἴδιον πλοῦτον ἐξ οὗ εὐφραίνεσθαι δύναται. Οὕτω καὶ οἱ πλούσιοι τῷ πνεύματι τῷ ἁγίῳ, ἔχοντες τὸν πλοῦτον τὸν οὐράνιον ἐν ἀληθείᾳ καὶ κοινωνίαν πνεύματος ἐν ἑαυτοῖς, ἐπάν τισι λαλῶσι τὸν λόγον τῆς ἀληθείας καὶ ἐπάν τισι κοινωνῶσι λόγῳ πνευματικῷ καὶ εὐφρᾶναι ψυχὰς θέλωσιν, ἐκ τοῦ ἰδίου θησαυροῦ, οὗ κέκτηνται ἐν ἑαυτοῖς, ἐξ αὐτοῦ λαλοῦσι καὶ ἐξ αὐτοῦ εὐφραίνουσι τὰς ψυχὰς τῶν ἀκουόντων τὸν πνευματικὸν λόγον, καὶ οὐ δεδοίκασι, μή τι ἐλλείψῃ αὐτοῖς, ὅτι κέκτηνται ἐν ἑαυτοῖς θησαυρὸν οὐράνιον ἀγαθωσύνης, ἐξ οὗ προφέρουσι καὶ εὐφραίνουσι τοὺς πνευματικῶς ἑστιωμένους.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά