Σελ 2
Ὁ δὲ πένης μηδὲν κεκτημένος ἐκ τοῦ πλούτου τοῦ Χριστοῦ μηδὲν ἔχων πλοῦτον πνευματικὸν ἔνδον ἐν τῇ ψυχῇ, τὸν βρύοντα πᾶσαν ἀγαθωσύνην λόγων τε καὶ ἔργων καὶ ἐνθυμημάτων θείων καὶ μυστηρίων ἀλαλήτων, εἰ βούλεται καὶ αὐτὸς ὡς δεῖ λαλεῖν λόγον ἀληθείας καὶ εὐφραίνειν τινὰς τῷ τῆς ἀκοῆς λόγῳ καὶ τοῖς νοήμασι τῶν γραφῶν ἐν ἔργῳ καὶ δυνάμει καὶ ἀληθείᾳ ἐν ἑαυτῷ τὸν λόγον τοῦ Θεοῦ μὴ κεκτημένος, ἀλλὰ μόνον ἀπομνημονεύων καὶ χρώμενος ἐξ ἑκάστης γραφῆς λόγοις ἢ παρὰ πνευματικῶν ἀνδρῶν ἀκούσας καὶ διηγούμενος καὶ διδάσκων, δοκεῖ μὲν εὐφραίνειν καὶ ἄλλοι ἀπολαύουσι τῶν λόγων, μετὰ δὲ τὸ διηγήσασθαι αὐτόν, ἕκαστος λόγος εἰς τὰ ἴδια, ὅθεν ἤρθη ἀπέρχεται, μὴ ἔχων ἔνδον ἴδιον θησαυρὸν ἁγίου Πνεύματος, ἀφ᾿ οὗ τις προφέρει καὶ ὠφελεῖ καὶ εὐφραίνει ἑτέρους· αὐτὸς οὖν πρῶτος μὴ εὐφραινόμενός ἐστι καὶ μὴ ἀγαλλιῶν τῷ πνεύματι.
Διὰ τοῦτο χρὴ πρῶτον ζητῆσαι παρὰ Θεοῦ ἐν πόνῳ καρδίας καὶ πίστει, ἵνα δώῃ ἡμῖν εὑρεῖν τὸν πλοῦτον αὐτοῦ, τὸν ἀληθινὸν θησαυρὸν Χριστοῦ ἐν ταῖς καρδίαις ἡμῶν, ἐν δυνάμει καὶ ἐνεργείᾳ Πνεύματος ἁγίου, ἵνα οὕτω καὶ ἡμεῖς πρότερον ὠφέλειαν καὶ σωτηρίαν καὶ ζωὴν αἰώνιον ἐν αὐτῷ εὑρόντες, τότε καὶ ἄλλους δυνηθῶμεν ὡς ἐφικτόν ἐστιν ὠφελεῖν, ἀπὸ τοῦ ἔνδοθεν θησαυροῦ τοῦ Χριστοῦ προφέροντες πᾶσαν ἀγαθωσύνην λόγων πνευματικῶν καὶ μυστηρίων οὐρανίων καὶ πνευματικῶν ποιούμενοι διήγησιν. Οὕτω γὰρ ἠθέλησεν ἡ ἀγαθότης τοῦ θελήματος τοῦ πνεύματος τοῦ κατοικῆσαι ἐν παντὶ τῷ πιστεύοντι καὶ αἰτουμένῳ καὶ ἀγαπῶντι αὐτόν. «ὁ γὰρ ἀγαπῶν με, φησίν, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν», καὶ πάλιν· «ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν παρ᾿ αὐτῷ ποιήσομεν». Οὕτως ἡ ἄπειρος χρηστότης τοῦ πατρὸς ἠθέλησεν, οὕτως ἡ ἀνεννόητος ἀγάπη τοῦ Χριστοῦ ηὐδόκησεν, οὕτως ἡ ἄρρητος ἀγαθότης τοῦ ἁγίου Πνεύματος ἐπηγγείλατο.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά