Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Ἡ σύναξη τῶν ἁγίων

 

ΠΑΡΑΚΑΛΕΣΩΜΕΝ τὸν Θεὸν νυκτὸς καὶ ἡμέρας, ἵνα ἀποκαλύψῃ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἡμῶν καὶ χωρίσῃ τὸ σκότος τῆς ἁμαρτίας ἐκ τῶν καρδιῶν ἡμῶν καὶ ἐλλάμψῃ ἡμῖν «τὸ φῶς αὐτοῦ τὸ ἀληθινὸν» καὶ κοινωνήσῃ τῇ ψυχῇ ἡμῶν κοινωνίαν ἄρρητον ὥσπερ ἰδίᾳ νύμφῃ, ἵνα συμμέτοχοι γενώμεθα τῆς ἀγαθότητος αὐτοῦ συγκερασθέντες αὐτῷ, καὶ ἄρῃ ἀφ᾿ ἡμῶν πάντα μῶμον καὶ ῥυτίδα τῆς ψυχῆς, ἵν᾿ οὕτως ἀπὸ τοῦ νῦν φωτισθέντων καὶ ἐχόντων τοῦτο «τὸ φῶς τὸ ἀληθινὸν» ἐν ταῖς καρδίαις ἡμῶν αὐτὸ τὸ φῶς δέξηται ἡμᾶς εἰς αἰώνιον ζωήν. Ἀλλὰ καὶ ἐν τῇ ἀναστάσει ἀνίσταται τὰ σώματα ἡμῶν ὑπ᾿ αὐτοῦ τοῦ φωτὸς δεδοξασμένα καὶ πεφωτισμένα τοῦ ἀπὸ τοῦ νῦν ἐν ἡμῖν ὄντος, καὶ οὕτω φῶς ὅλοι ψυχῇ καὶ σώματι γενόμενοι καὶ συγκερασθέντες τῷ τοῦ Θεοῦ φωτὶ συμβασιλεύσωμεν αὐτῷ εἰς ἀπεράντους αἰῶνας.

Ὥσπερ δὲ ὁ ἥλιος διὰ θυρίδος φαίνων ἐν οἴκῳ εἰς ἓν μέρος τοῦ οἴκου ἐστίν, ἐν δὲ τῷ καθαρῷ ἀέρι καὶ ἐν τῇ γῇ ἔξωθεν τοῦ οἴκου ὅλον ἐξ ὅλου φῶς λάμπει ἀσκίαστον, οὕτω καὶ «τὸ φῶς ἀληθινόν», ἐπὰν λάμψῃ τῇ ψυχῇ, ὥσπερ ἐν μέρει ἐστὶ καὶ οὔπω ὅλη πεφώτισται, ἀλλ᾿ ἔτι σκότος περίκειται. Ἀρχὴν μὲν φωτισμοῦ ἔχει καὶ ἐπιγνώσεως θείας, οὔπω δὲ τελείως πεφώτισται. Ἐπὰν δὲ σκότος ἐν αὐτῇ μηκέτι ᾖ, ἀλλὰ ἀδιαλείπτως ὅλη ἐξ ὅλου φωτισθῇ ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς ὥσπερ γῆ ἐν αἰθερίῳ ἀέρι ὑπὸ τοῦ ἡλίου, τότε ὅλου τοῦ σκότους ὑποχωρήσαντος ἐν τῷ φωτὶ ἀϊδίως οὖσα τελειοῦται ἐν τῷ φωτὶ φῶς καὶ αὐτὴ ἡ ψυχὴ γενομένη.

Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης