Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Ἡ σύναξη τῶν ἁγίων

 

Σελ 2

Καὶ ὥσπερ ἥλιος τὰς μαρμαρυγὰς τῶν ἀκτίνων ἐξ ἑαυτοῦ ἔχει, αἵτινες εἰ καὶ μεμερισμέναι εἰσὶν ἀπ᾿ ἀλλήλων, ἀλλ᾿ ἐκ τοῦ ἑνὸς σώματος τοῦ ἡλίου εἰσὶ πᾶσαι, καὶ εἰ καὶ ἑτέρα τῆς ἑτέρας κρείττων, ἀλλ᾿ ἐκ μιᾶς δὴ φύσεως εἰσὶ πᾶσαι καὶ ἐκ τοῦ αὐτοῦ κύκλου τοῦ ἡλίου, οὕτω καὶ οἱ ἅγιοι οἱ γεννηθέντες ἐκ τοῦ θείου πνεύματος καὶ τέκνα ὄντες Θεοῦ καὶ ἔχοντες τὸ φῶς τῆς θεότητος ἐν ἑαυτοῖς ἐκ τοῦ αὐτοῦ πνεύματός εἰσιν. Ὥσπερ δὲ αἱ ἀκτῖνες τοῦ ἡλίου κεχωρισμέναι εἰσὶν ἀπ᾿ ἀλλήλων, οὕτω καὶ οἱ ἅγιοι κεχωρισμένοι εἰσὶ καὶ τὰ σώματα καὶ τὰς ψυχάς. Πέτρος γὰρ Πέτρος ἐστί, καὶ Παῦλος Παῦλος καὶ πάντες οἱ ἅγιοι ὁμοίως. Ἕκαστος ἴδιον σῶμα ἔχει καὶ τὴν ψυχὴν ἔχει ἰδίαν, ἐν πᾶσι δὲ ὁ αὐτὸς Θεὸς οἰκεῖ, καὶ αὐτοὶ πάντες ἐν τῷ Θεῷ ἐνοικοῦσιν, ἕκαστος ἰδίαν ἀρετὴν καὶ κάλλος ἔχων τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος διὰ τὴν τοῦ Θεοῦ πολυποίκιλον σοφίαν καὶ τὴν τοῦ πνεύματος πολύτροπον χάριν καθὼς βούλεται εἰς αὐτοὺς ἐνεργεῖ. Ἐκ τοῦ αὐτοῦ σώματος τῆς θεότητος, ἐκ τῆς αὐτῆς ὑποστάσεως, ἐκ τῆς αὐτῆς οὐσίας πάντες οἱ ἅγιοι μετέχουσι καὶ εἰσὶν ὥσπερ ἀκτῖνες ἡλίου συνδεδεμένοι τῇ τοῦ Θεοῦ δικαιοσύνῃ. Ὅταν [γὰρ] ὁ αὐτὸς ἥλιος πρὸς δυσμὰς γένηται, πάσας τὰς ἀκτῖνας συστέλλει πρὸς ἑαυτὸν καὶ οὐδὲ μίαν ἀκτῖνα τῷ σκότει ἐπαφίησιν, οὕτω καὶ ὁ Χριστὸς ἐν τῇ συντελείᾳ τοῦ κόσμου ἐρχομένης τῆς κρίσεως καὶ τῆς γεέννης φανερουμένης πάσας τὰς ἀκτῖνας (τουτέστι τοὺς ἁγίους) ἐν οἷς ἐνήργησε καὶ οἷς μετέδωκε τοῦ πνεύματος αὐτοῦ, συνάγει πρὸς ἑαυτὸν εἰς τὰ ἴδια μέρη ἱστῶν αὐτούς, οὐδένα ἐάσας ἐν τῇ νυκτὶ καὶ τῷ σκότει, ἀλλὰ τοὺς πάντας εἰσδεχόμενος εἰς ἑαυτὸν ἐν τῇ αἰωνίᾳ αὐτοῦ βασιλείᾳ. Ἀμήν.

Αρχική σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης