Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Βλέποντάς το νὰ τὸ ἐπιθυμεῖς

 

ΠΑΝ ὃ βλέπεις ἐν τῷ κόσμῳ τούτῳ γινόμενον νοερῷ ὀφθαλμῷ καὶ ἀγαθῇ προαιρέσει εἰς τὴν πνευματικὴν ὠφέλειαν μεταβάλλειν ὀφείλεις. Οἷον ἐὰν ἴδῃς πλοῦτον ἐπίγειον, σὺ τὸν πνευματικὸν πλοῦτον ἐννοῶν ἐπιθύμει. Ἐὰν ἴδῃς χαρὰν ἐν κόσμῳ καὶ ἑορτὰς γινομένας, εἰπὲ πρὸς ἑαυτόν· πότε καταξιωθῇ ἡ ψυχή μου ἑορτάσαι τὴν πνευματικὴν τῆς χάριτος ἑορτὴν καὶ μετὰ ἁγίων ἀγγέλων καὶ μετὰ οὐρανίων δυνάμεων τὸν ἔσω μου ἄνθρωπον ἐγκαταλλαγῆναι; Καὶ πάντα τὰ τούτῳ τῷ τρόπῳ ἐχόμενα προσέχων τοῖς φαινομένοις σὺ τὴν τῶν ἀφθάρτων καὶ ἀοράτων ἐπιθυμίαν λάμβανε, ἵνα καὶ ἀπ᾿ αὐτῶν τῶν ὁρωμένων οὐ βλάβος ἀλλὰ μᾶλλον ὠφέλειαν καρπώσῃ, ἐὰν ἀοράτῳ καὶ νοερῷ ὀφθαλμῷ τὴν διάνοιαν εὐθύνῃς, ἐκ τῶν ὁρωμένων πραγμάτων τὴν τῶν ἐπουρανίων ἀγαθῶν κατανόησιν λαμβάνων. Σπουδάσωμεν τοίνυν ἐν πᾶσιν εὐαρεστοῦντες τῷ Κυρίῳ καὶ τὴν προσδοκίαν τῆς χάριτος ἐν πίστει ἀδιαλείπτῳ ἔχοντες, ἐν ἀγαθοῖς τρόποις ἀναστρεφόμενοι ἐξ ὅλης καρδίας πιστεῦσαι ταῖς ἀνεκδιηγήτοις αὐτοῦ ἐπαγγελίαις (ὅτι ἀληθής ἐστιν «ὁ ἐπαγγειλάμενος») καὶ ἀγαπῆσαι αὐτὸν καὶ σπουδάσαι παντοίως ἐν πάσῃ ἀρετῇ καὶ αἰτήσει ἐπιμόνως καὶ ἐνδελεχῶς δέξασθαι τὴν ἐπαγγελίαν τοῦ πνεύματος αὐτοῦ, ὁλοκλήρως καὶ τελείως, ἵνα ζῳοποιηθῶσιν αἱ ψυχαὶ ἡμῶν ὡς ἔτι ἐν σαρκί ἐσμεν. Ἐὰν γὰρ μὴ ἐν τῷ κόσμῳ τούτῳ ἡ ψυχὴ δέξηται τὸν ἁγιασμὸν τοῦ πνεύματος διὰ πολλῆς πίστεως καὶ δεήσεως καὶ κοινωνὸς θείας φύσεως γένηται ἀνακερασθεῖσα τῇ χάριτι, δι᾿ ἧς πᾶσαν ἐντολὴν ἐπιτελεῖν δυνήσεται, ἀποίητός ἐστι τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὅπερ γάρ τις ἐντεῦθεν ἐκτήσατο ἀγαθόν, αὐτὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔσται αὐτῷ ζωή. …

Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης