Σελ 2
Προσέλθωμεν αὐτῷ τοίνυν, τῇ πνευματικῇ θύρᾳ, καὶ κρούσωμεν, ἵνα ἀνοίξῃ ἡμῖν, αἰτήσωμεν αὐτόν, τὸν ἄρτον τῆς ζωῆς, εἴπωμεν αὐτῷ· δός μοι, κύριε, ἄρτον τῆς ζωῆς, ἵνα ζήσω, ὅτι λιμῷ κακίας δεινῶς συνεχόμενος ἀπόλλυμαι. Δός μοι ἄμφιον τοῦ φωτὸς τῆς σωτηρίας, ἵνα καλύψω τὴν ἀσχημοσύνην τῆς ψυχῆς μου, ὅτι γυμνὸς ὢν τῆς δυνάμεως τοῦ πνεύματός σου αἰσχρῶς τοῖς πάθεσιν ἀσχημονῶ. Καὶ ἐὰν ἐρῇ σοι· εἶχες ἄμφιον, τί αὐτὸ πεποίηκας; Ἀποκρίθητι λέγων· λῃσταῖς περιέπεσα καὶ γυμνώσαντές με ἀφῆκαν ἡμιθανῆ καὶ ἐκδύσαντες ἦραν αὐτὸ ἀπ᾿ ἐμοῦ. Δός μοι ὑποδήματα πνευματικά, ὅτι τοῖς νοεροῖς ποσὶν ἀκάνθαις περιπείρομαι καὶ τριβόλοις ἐν ἐρημίᾳ μου πελαζομένου περιπατῆσαι οὐ δύναμαι. Δός μοι βλέψιν καρδίας, ἵνα ἀναβλέψω, ἄνοιξον τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, ὅτι ἐτύφλωσάν με οἱ ἀόρατοι ἐχθροί μου καλύμματι σκότους καλύψαντες καὶ οὐ δύναμαι ἐνορᾶν σου τὸ οὐράνιον καὶ ἐπιθυμητὸν πρόσωπον. Δός μοι ἀκοὴν πνευματικήν, ὅτι κεκώφωμαι τῇ διανοίᾳ καὶ ἀκούειν σου οὐ δύναμαι τῆς ἡδείας καὶ χρηστῆς ὁμιλίας. Δός μοι ἔλαιον ἀγαλλιάσεως καὶ οἶνον εὐφροσύνης πνευματικῆς, ἵνα ἐπιθῶ εἰς τὰ τραύματά μου καὶ ἀναψύξαι δυνηθῶ. Ἴασαί με καὶ ὑγιῆ με ποίησον, ὅτι ἡμιθανῆ με ποιήσαντες οἱ ἐχθροί μου καὶ χαλεποὶ λῃσταὶ ἀφῆκαν με κατακεῖσθαι. Μακαρία ἡ ψυχὴ ἡ ἀπερικακήτως ἀεὶ αἰτοῦσα καὶ παραμόνως καὶ πιστῶς ὡς πτωχὴ καὶ τετραυματισμένη, ὅτι λήψεται τὰ αἰτήματα αὐτῆς καὶ τεύξεται τῆς αἰωνίου ἰάσεως καὶ θεραπείας καὶ ἐκδικηθήσεται ἐκ τῶν ἐχθρῶν αὐτῆς τῶν παθῶν τῆς ἁμαρτίας· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος θεός, ὃς καὶ παράσχοι τὰ αἰτήματα ἡμῶν. Δόξα τῇ ἀγαθότητι αὐτοῦ.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά