Σελ 3
Ταῖς νοεραῖς αὐτοῦ πόλεσιν, ταῖς ζητούσαις αὐτὸν ψυχαῖς καὶ ὑποτασσομέναις αὐτῷ καὶ ὑπ᾿ αὐτοῦ βασιλεύεσθαι ἐπιθυμούσαις, ἄνωθεν ἀποστέλλει τὴν ἑαυτοῦ φωτεινὴν καὶ θείαν τοῦ πνεύματος εἰκόνα, τὸν ἐπουράνιον ἄνθρωπον, ἵνα ἐντυπωθέντος καὶ κραθέντος ἐν αὐταῖς εἰρηνεύωσι καὶ χαίρωσι καὶ ἀγαλλιῶνται ἀγαλλιάσει «ἀνεκλαλήτῳ», καὶ οὕτως οἱ ἐχθροὶ τῆς ψυχῆς ἀναιροῦνται ἐλθόντος τοῦ ἐπουρανίου κριτοῦ καὶ ἡ πόλις ἡ νοητὴ εἰρήνην μεγάλην λαμβάνει. Ὥσπερ γὰρ ἐὰν μὴ λάβῃ τις τὴν βασιλικὴν ἐξουσίαν καὶ τὴν μάχαιραν καὶ τὰ σίγνα, κρίνειν τοὺς κακοποιοὺς καὶ ἀναιρεῖν οὐ δύναται, ἀλλ᾿ ἔστιν ὅμοιος πάντων, οὕτω καὶ ἡ ψυχὴ ἐὰν μὴ δέξηται ἐν ἑαυτῇ τὴν τοῦ Χριστοῦ ἐπουράνιον εἰκόνα καὶ τὰ τοῦ ἀρρήτου φωτὸς ἐνδύματα καὶ τὰ ἐπουράνια τῶν δωρεῶν τοῦ πνεύματος σίγνα, ἀναιρῆσαι καὶ κατακρῖναι τοὺς ἑαυτῆς ἐχθροὺς καὶ ἐπιβούλους οὐ δύναται. Καὶ ἤδη ἀκούουσα τὴν ἐπιδημίαν τοῦ ἐπουρανίου ἄρχοντος, χαίρει καὶ ἀγαλλιᾷ, οἱ δὲ ἐχθροὶ αὐτῆς τὰ πνεύματα «τῆς πονηρίας» φόβῳ καὶ τρόμῳ καὶ δειλίᾳ συνέχονται. Ὥσπερ ἐν πόλει ἐρχομένου ἄρχοντος κρῖναι καὶ ἀναιρῆσαι τοὺς ἐν αὐτῇ εὑρισκομένους λῃστὰς καὶ κακοποιοὺς χαίρουσι μὲν οἱ πολῖται τῆς πόλεως, οἱ δὲ ἐχθροὶ δειλίᾳ καὶ φόβῳ συνέχονται, καὶ ἐπὰν εἰς πρόσωπον τοῦ ἄρχοντος ἔλθωσιν, αἰσχύνονται καὶ τρέμουσιν, οἱ δὲ πολῖται παρρησίαν καὶ χαρὰν μεγίστην ἔχουσιν, ὅτι ἀναιροῦνται τῆς πόλεως οἱ κακοποιοὶ καὶ ἐχθροὶ καὶ ἐπίβουλοι, οὕτως ὅταν ἐνδημήσῃ καὶ ἐπιφανῇ ὁ ἀληθινὸς καὶ ἐπουράνιος ἄρχων Χριστὸς ἐν τῇ πόλει τῆς ψυχῆς, παρρησίαν καὶ χαρὰν μεγίστην λαμβάνει σὺν παντὶ τῷ πολιτεύματι τῶν ἰδίων αὐτῆς λογισμῶν, οἱ δὲ ἐπίβουλοι αὐτῆς καὶ ἐχθροί, τὰ πάθη τῆς κακίας, ἐν αἰσχύνῃ καὶ τρόμῳ καὶ δειλίᾳ τυγχάνουσιν. Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν Κύριον, ὅπως τύχωμεν τῆς «ἐπουρανίου» δωρεᾶς τοῦ «πνεύματος» καὶ τὰ ἐν ἡμῖν ἀλλότρια τῆς κακίας πάθη θανατώσωμεν, ἵν᾿ οὕτως εὐάρεστοι αὐτῷ καταστάντες καὶ τὰς ἐντολὰς αὐτοῦ ἀμώμως ἐπιτελέσαντες τῆς αὐτοῦ βασιλείας ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά