Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Ἡ σημασία τῆς Παιδείας

 

ΑΙ ΤΩΝ ΛΟΓΩΝ συζητήσεις καὶ ἡ πεποίθησις τῆς γνώσεως οὐδὲν κέρδος τῇ ψυχῇ προσποιοῦσιν ὅσον περισπασμὸν καὶ ζημίαν, καὶ οἱ ἐν τούτοις κεκρατημένοι τοῖς πράγμασιν ἐοίκασιν ἀνθρώπῳ χόρτον ἀντὶ ἄρτου ἐσθίοντι, τὸν μὴ ἔχοντα ἡδονήν τινα μηδὲ τῷ σώματι δύναμιν ποιοῦντα, ἢ ἀνθρώπῳ ἐν τοίχῳ γεγραμμένῳ καὶ σώζοντι μὲν πᾶσαν τὴν τῶν μελῶν εἰκόνα, μὴ περιπατοῦντι δὲ μηδὲ κινουμένῳ. Καὶ γὰρ πᾶσαι αἱ αἱρέσεις ἀπ᾿ ἀρχῆς ἐντεῦθεν συνέστησαν· οὐ γὰρ ἐπείσθησαν τῷ ἀποστόλῳ λέγοντι· «ὦ βάθος πλούτου». Βουληθέντες γὰρ τὴν τοῦ Θεοῦ σοφίαν ἐν λόγοις καταλαβεῖν ἐπλανήθησαν. «ὦ» (γὰρ) «βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξηρεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν Κυρίου»; Οὔτε οὖν οἱ διὰ μαθημάτων τὴν ἀκριβῆ τοῦ Θεοῦ κατάληψιν ζητοῦντες εὑρεῖν δύνανται, οὔτε οἱ διαβεβαιούμενοι διδάσκαλοι καὶ ἱκανοὺς ἑαυτοὺς λέγοντες εἶναι εἰς τὴν περὶ Θεοῦ ἐξήγησιν φράσαι τι σαφὲς ἢ καταλαβεῖν ἰσχύουσιν, ἀλλὰ ὑπερβαίνει ὁμοῦ πάντας τοὺς διδασκομένους καὶ τοὺς διδάσκοντας ἡ ἀλήθεια, καὶ λελήθασιν ἑαυτοὺς ἀμφότεροι πλανώμενοι. Ἐὰν γὰρ εἴπῃ σοι ὁ διδάσκαλος ὅτι πῦρ ἐστιν ὁ θεός, εὑρήσεις αὐτὸν «ὕδωρ ζωῆς» γινόμενον. Ἐὰν εἴπῃ σοι ὅτι ὡς βασιλεὺς ὁρᾶται καὶ φαίνεται, εὑρήσεις αὐτὸν ὡς σκιὰν ὀπτανόμενον, ἄλλῳ δὲ ὡς πτωχόν, καὶ οἷς μὲν ὡς Θεὸν οἷς δὲ ὡς ἄνθρωπον ταπεινόν. Ἐὰν ζητήσῃς αὐτὸν ἐν οὐρανοῖς, ἐπὶ γῆς εὑρίσκεται· ἐὰν δὲ ἐπὶ γῆς ζητήσῃς, εἰς οὐρανοὺς μετέρχεται. Καὶ τοῖς μὲν πάλιν εὑρίσκεται «θλῖψις» κατ᾿ οἰκονομίαν γινόμενος, τοῖς δὲ «ἄνεσις». Διὸ παραιτεῖσθαι προσῆκε τὴν πολυλογίαν καὶ ματαιολογίαν, οὐδὲν γὰρ ἐξ αὐτῆς περᾶναί τις δύναται. ὑπὲρ τῆς κατὰ φύσιν ἑκάστῳ προσούσης γνώσεως κρινόμεθα μὴ παραδεξάμενοι τὸν λόγον τοῦ Θεοῦ.

Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης