Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Ἡ σημασία τῆς Παιδείας

 

Σελ 2

Παρεάσαντες οὖν ταῦτα ζητήσωμεν, πῶς δύναται ἄνθρωπος ἐλθεῖν καὶ προσεγγίσαι τῷ Θεῷ καὶ μαθεῖν παρ᾿ αὐτοῦ καὶ δέξασθαί τι ξένον τοῦ αἰῶνος τούτου ἐν τῇ καρδίᾳ, καὶ πεισθῶμεν τῷ εἰρηκότι· οὐδεὶς «ἀνθρώπων οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ». Εἰ οὖν ἄνθρωπος ὁμοιοπαθὴς τὴν σὴν βουλὴν γνῶναι ἢ καταλαβεῖν οὐ δύναται, πῶς Θεοῦ βουλὴν ἐξερευνᾶν ἢ καταλαβεῖν ἄνθρωποι φθαρτοὶ ἐκβιάζονται; Καὶ «οὐδεὶς» ἀνθρώπων οἶδε «τὰ τοῦ Θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ Θεοῦ» τὸ ἐν αὐτῷ. «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἀπὸ τοῦ Θεοῦ, ἵνα γνῶμεν τὰ ἀπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν». Ζητήσωμεν οὖν τὸν Κύριον, καὶ αὐτὸς ἡμᾶς ὁδηγήσει καὶ διδάξει καὶ δυνησόμεθα γνῶναι τὰ τοῦ Θεοῦ μυστήρια, ὅσον ἀνθρώπῳ γνῶναι δυνατόν, οὐχ ὅσον ἔστιν ὁ θεός. Ἡμέτερον οὖν ἐστι μαθεῖν, πῶς γεννᾶται ἄνθρωπος ἐκ «πνεύματος», πῶς δεῖ ἀνθίστασθαι τοῖς πνεύμασι «τῆς πονηρίας», καὶ διδαχθῆναι ζητῆσαι βοήθειαν παρὰ Κυρίου καὶ πολεμῆσαι πρὸς τὸν ἀντικείμενον. Χαίρει γὰρ ὁ Κύριος ἀκεραίῳ ψυχῇ ἀνθρώπου, κἀκείνους ἁρπάζει εἰς τὴν βασιλείαν αὐτοῦ τοὺς φόβῳ καὶ ἀκακίᾳ προσερχομένους αὐτῷ.

Αρχική ||| Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης