Σελ 2
Ὥσπερ γὰρ πάντων τῶν ἐν οὐρανῷ καὶ γῇ καὶ ἀέρι ποικίλων τερπνῶν ἀρετὴ μείζων καὶ ἀνωτέρα καὶ κρείττων τυγχάνει, μᾶλλον δὲ ἐκεῖνο μόνον ἀγαθὸν καὶ καλόν ἐστιν ὃ χρῄζουσιν καὶ ἐν ᾧ δύνανται ζῆσαι Χριστιανοί, τὸν αὐτὸν τρόπον τοιαύτη καὶ ἡ ψυχὴ ὀφείλει εἶναι πρὸς τὴν τοῦ ἀγαθοῦ καὶ καλοῦ τούτου ἔρευναν καὶ ζήτησιν ἐπειγομένη, ὑπερβαίνουσα πασῶν τῶν ἐν τῷ κόσμῳ σοφιῶν καλλονὴν καὶ γλωσσῶν ποικιλότητα καὶ γηΐνην φρόνησιν καὶ δόξαν καὶ τρυφὴν καὶ τέρψιν, μείζων δὲ καὶ ἀνωτέρα τῇ πίστει καὶ ἀγάπῃ πρὸς τὸ μόνον καὶ ἀσύγκριτον καλόν, πάντων ὑπερπηδῶσα καὶ μηδενὶ δεθεῖσα, ἀλλ᾿ αὐτὸ μόνον ποθήσασα.
Τί τοίνυν ἐστὶ τὸ μηδενὶ συγκρινόμενον ἀγαθὸν καὶ καλόν, ὃ ζητοῦσι καὶ ἐν ᾧ ζῶσι Χριστιανοί; Αὐτός ἐστιν ὁ Κύριος. Αὐτὸς γάρ ἐστιν ὁ μηδενὶ συγκρινόμενος, πάντα γὰρ ὅσα ἐστὶ καλὰ ἀπ᾿ αὐτοῦ γεγένηνται, καὶ αὐτός ἐστιν ἡ κληρονομία καὶ ἡ ζωὴ τῶν Χριστιανῶν· «κύριος» γάρ φησι «μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου». Οὐδὲν γὰρ ἄλλο ζητεῖ παρὰ τῶν ἀνθρώπων τὸ μόνον ἀγαθὸν καὶ καλόν, ὅπερ ἐστὶν ὁ θεός, οὐ χρυσόν, οὐκ ἄργυρον, οὐ κτῆσιν, οὐ ζῷα οὐδὲ ἕτερόν τι τῶν ἐν τῇ γῇ, ἅπερ πάντα αὐτὸς ἔκτισεν, ἢ μόνον πίστιν ἀληθῆ καὶ τὴν ἐκ καρδίας ἀγάπην πρὸς αὐτόν. Καὶ τότε καταξιοῦταί τις τῆς κτήσεως τοῦ καλοῦ καὶ μόνου ἀγαθοῦ τούτου· πνεύματος γὰρ ἁγίου μετουσίαν ἡ τοιαύτη ψυχὴ κομίσασθαι καταξιοῦται καὶ κοινωνεῖν Χριστῷ ἀπεντεῦθεν ἀξία καθίσταται. Ἐὰν μὴ γὰρ πρότερον πρόφασις γένηται ὁ ἄνθρωπος τῇ ἑαυτοῦ ἀγάπῃ ἑλκύσας τὴν ἀγάπην τοῦ Θεοῦ πρὸς ἑαυτόν, οὐκ ἀνελεύσεται εἰς τὴν ψυχὴν αὐτοῦ ἡ ζωὴ καὶ ἡ κτῆσις τοῦ ἀγαθοῦ καὶ μόνου καλοῦ.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά