Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Τί θέλουν οἱ χριστιανοί;

 

Σελ 3

Πρόφασις οὖν γίνεται ἕκαστος τῆς ἑαυτοῦ ζωῆς καὶ τοῦ ἑαυτοῦ θανάτου διὰ τὸ αὐτεξούσιον θέλημα τῆς ψυχῆς· ὅπου γὰρ ἂν δῷ τὴν φυσικὴν ἀγάπην αὐτῆς ἡ ψυχή, ἕλκει πρὸς ἑαυτὴν ἤτοι τὴν ζωὴν ἢ τὸν θάνατον, καθὼς καὶ ἡ γραφὴ φησίν· «ἔναντι ἀνθρώπου ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ», ἐπειδὴ καὶ ἄτιμοι πάντες οἱ ἄνθρωποι μεταβληθέντες ἐκτήσαντο τὴν ζωὴν ταύτην. ἰδοὺ γὰρ (ὥς φησιν ὁ ἀπόστολος) ὁ Θεὸς «πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν». Οὐχ ὅτι οὐ διδόασι τὴν φυσικὴν ἀγάπην αὐτῶν καὶ προαίρεσιν ἀγαθὴν πρὸς τὸν Θεόν· οὐ βιάζεται γὰρ τὰς προαιρέσεις ἀκούσας ὁ Κύριος, ἀλλὰ ἀποσκοπεῖ καὶ θεωρεῖ τὴν προαίρεσιν καὶ ἀγάπην τοῦ ἀνθρώπου, ποῦ ῥέπει καὶ ποῦ ἀγαπᾷ. Ἐὰν πρὸς αὐτὸν ἴδῃ τὴν ἀγάπην τῆς ψυχῆς κολλωμένην, ἰδοὺ ἔρχεται καὶ κατασκηνοῖ καὶ κληρονομεῖται ὑπὸ τῆς ἀγαπώσης αὐτὸν ψυχῆς καὶ κληρονομεῖ αὐτήν, ἐπεὶ ἀδύνατον ἄλλως γενέσθαι· ἐὰν γὰρ μὴ πρόφασιν λάβῃ ὁ Θεὸς τοῦ ἀνθρώπου τῆς πρὸς αὐτὸν ἀγάπης καὶ πίστεως, οὐ γίνεται αὐτὸς ζωὴ τοῦ ἀνθρώπου καὶ κτῆμα τὸ μόνον τίμιον καὶ καλόν. Ἕκαστος τοίνυν, ὡς προείρηται, πρόφασις γίνεται τοῦ ἐλθεῖν πρὸς αὐτὸν τὴν ζωὴν καὶ τὴν ἐπαγγελίαν ἐν τῷ πιστεύειν καὶ ἀγαπᾶν αὐτὸν παρὰ πάντα τὰ βλεπόμενα, τοῦτο γὰρ μόνον ἐξαιρέτως ζητεῖ παρὰ τοῦ ἀνθρώπου ὁ θεός· ἡ τοιαύτη γὰρ ψυχὴ μείζων ἐστὶ καὶ ἀνωτέρα παντὸς τοῦ κόσμου καὶ πάσης τῆς σοφίας αὐτοῦ καὶ δόξης καὶ πλούτου καὶ ἀναπαύσεως καὶ πάσης τῆς φρονήσεως αὐτοῦ καὶ πάντων τῶν ἐν αὐτῷ καλῶν, ὅτι τῷ μόνῳ καλῷ ἐπίστευσε καὶ τὸν μόνον ἀγαθὸν ἠγάπησεν ὑπεριδοῦσα πᾶσαν καλλονὴν καὶ δόξαν καὶ τερπνότητα καὶ σοφίαν γλωσσῶν κόσμου ἀρνησαμένη, καὶ οὕτως ἐπιτυγχάνει καὶ ἀπολαύει τοῦ ἀληθινοῦ καλοῦ καὶ ἀγαθοῦ καὶ μόνου ὡραίου.

Προηγούμενη ||| Αρχική σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης