ΕΡΩΤΗΣΙΣ.
Εἰ δύναταί τις διὰ φωτὸς ἰδεῖν τὴν ἑαυτοῦ ψυχήν, ἐπειδή τινες τὴν ἀποκάλυψιν ἀναιροῦσι καὶ λέγουσι, διὰ γνώσεως καὶ αἰσθήσεως εἶναι τὴν ὅρασιν;
Ἀπόκρισις.
Ἔστιν αἴσθησις καὶ ἔστιν ὅρασις καὶ ἔστι φωτισμός. Καὶ οὗτος ὁ ἔχων τὸν φωτισμὸν μειζότερός ἐστι τοῦ ἔχοντος τὴν αἴσθησιν. Ἐφωτίσθη γὰρ ὁ νοῦς αὐτοῦ, ὅτι μερίδα τινὰ μειζοτέραν ἔλαβε παρὰ τοῦτον τὸν τὴν αἴσθησιν ἔχοντα, ἐπειδὴ εἶδέ τινα πληροφορίαν ἐν ἑαυτῷ ὁράσεων. Πλὴν ἄλλο ἐστὶν ἀποκάλυψις καὶ ἄλλο φωτισμός. Ἀνωτέρα δέ ἐστιν ἡ ἀποκάλυψις, ὅτι πράγματα μεγάλα καὶ μυστήρια Θεοῦ ἀποκαλύπτεται τῇ ψυχῇ.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά