Σελ 2
Ἐρώτησις.
Εἰ βλέπει τις διὰ φωτὸς θεϊκοῦ καὶ ἀποκαλύψεως τὴν ψυχήν;
Ἀπόκρισις.
Ὥσπερ οἱ ὀφθαλμοὶ οὗτοι βλέπουσι τὸν ἥλιον, οὕτω καὶ οἱ φωτισθέντες βλέπουσι τὴν εἰκόνα τῆς ψυχῆς, ἀλλὰ ταῦτα ὀλίγοι καὶ Χριστιανοί.
Ἐρώτησις.
Εἰ ἔχει μορφὴν ἢ εἰκόνα ἡ ψυχή;
Ἀπόκρισις.
Ἔχει εἰκόνα καὶ μορφὴν ὁμοιάζουσαν τῷ ἀγγέλῳ, ὥσπερ καὶ οἱ ἄγγελοι ἔχουσιν εἰκόνα καὶ μορφήν. Καὶ ὥσπερ ὁ ἔξω ἄνθρωπος ἔχει εἰκόνα, οὕτω καὶ ὁ ἔσω ὁμοίαν τῷ ἀγγέλῳ ἔχει εἰκόνα καὶ οὐ τῷ ἔξω ἀνθρώπῳ.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά