Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Δοκιμασίες

 

ΕΝ ἑνὶ αἰῶνι καὶ κόσμῳ δύο εἰσὶ φύσεις τὸ ἴδιον ἔργον ἐργαζόμεναι καὶ οὐ συμφωνοῦσιν ἀλλήλαις εἰς τὴν ἐνέργειαν. Οἷον ἔστιν ἥλιος λάμπων εἰς τὴν ὑπ' οὐρανὸν καὶ ἔστιν ἄνεμος πνέων καὶ οὔτε ὁ ἥλιος μεταλαμβάνει τι ἐκ τῆς αὔρας καὶ τῆς ψυχρίας τοῦ ἀνέμου-φύσεως γάρ ἐστι θερμῆς-, οὔτε πάλιν ὁ ἄνεμος ἐκ τῆς θέρμης τοῦ ἡλίου μεταλαμβάνει, ἀλλὰ ἑκάτερον αὐτῶν μένει ἐν τῇ ἰδίᾳ ὑποστάσει. Οὕτως εἰσι καὶ αἱ ψυχαὶ αἱ γευσάμεναι τῆς χάριτος τοῦ Θεοῦ, μηδέπω δὲ φθάσασαι εἰς τέλειον μέτρον. Νῦν γὰρ ἐνεργεῖ ἐν αὐταῖς τὸ πνεῦμα τὸ ἅγιον καὶ ἀναπαύει, ἐν ἄλλῃ δὲ ὥρᾳ ἐνεργοῦσιν οἱ ἄνεμοι τῆς πονηρίας, καὶ ἀμφότερα ἐν τῇ ἰδίᾳ ἐργασίᾳ μένει, καὶ οὔτε [τὸ] ἀκάθαρτον πνεῦμα μετέχει ἐκ τῆς καθαρότητος τοῦ ἁγιασμοῦ οὔτε τὸ πνεῦμα τὸ ἅγιον ἐκ τῆς ῥυπαρίας τοῦ σκότους μεταλαμβάνει. Καὶ καθάπερ ἐν τῷ τοῦ ἔαρος καιρῷ πολλαὶ μεταβολαὶ καὶ ἀλλαγαὶ γίνονται τοῦ ἀέρος, ποτὲ γὰρ σκέπεται ὁ οὐρανὸς ὑπὸ νεφῶν ὅλος καὶ ἔσω ὢν καὶ καλυπτόμενος ὁ ἥλιος οὐκ ἀλλοιοῦται οὔτε ἀδικεῖταί τι ἐκ τῆς ἐπικειμένης ἀχλύος οὔτε μὴν ὁ οὐρανὸς ἀπόλλει τὴν οἰκείαν εὐπρέπειαν, ἀλλ' ἐν τῷ καιρῷ τῆς διαλύσεως τῶν νεφῶν ὁρᾶται ὁ οὐρανὸς τὴν ἰδίαν λαμπρότητα ἀποσῴζων καὶ ὁ ἥλιος ἐν τῇ ἰδίᾳ μένων φύσει καὶ ἀκωλύτως ἐκπέμπων τὰς λαμπρὰς ἀκτῖνας· οὕτω καὶ οἱ ἔτι νηπιάζοντες. Οἱ δὲ τέλειοι τὴν τοῦ θερινοῦ καιροῦ ἀποσῴζουσιν εἰκόνα, οὐκέτι εἰσὶ νέφη καὶ ὁμίχλαι, ἀλλὰ ὁ οὐρανὸς καὶ ὁ ἥλιος καθαρεύονται, οὕτω καὶ αὐτοὶ καθαρεύουσι τὸν νοῦν καὶ τὸν ὅλον ἄνθρωπον καί εἰσι πάντοτε ἐν φωτὶ τετελειωμένοι, μηδέν τι ῥύπου μετέχοντες ἐν τῇ ψυχῇ.

Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης