Σελ 2
Ὥσπερ γὰρ ὁδοιπόρος μακρὰν ὅδον τρέχων καὶ πολλὰς βλέπων βοτάνας καὶ ὄρη καὶ ποταμοὺς καὶ ζῷα καὶ πετεινὰ ὑπ' οὐδενὸς κατέχεται πρὸς τὸ καταγώγιον τρέχων, ἢ ὥσπερ ὁ εἰς πόλιν τινὰ εἰσιὼν καὶ πρὸς τὸ ἴδιον ἐπειγόμενος ἔργον πρὸς οὐδὲν τῶν ἐν τῇ πόλει προκειμένων τρέχει οὐδὲ μετεωρίζεται διὰ τὴν τῆς προθέσεως ἀνάγκην, οὕτως οἱ τέλειοι παντελῶς ἀμέριμνοι ὄντες οὐ κρατοῦνται ἢ ἐμποδίζονται ὑπὸ τῆς κακίας, ἀλλ' ἔστιν ὁ νοῦς αὐτῶν εἰς λιμένα ἀναπαύσεως καὶ εἰς αἰῶνα πάσης ἀπηλλαγμένον κακίας· ἐκεῖ ἔχουσι τὸν σκοπὸν πάντοτε καὶ τὴν πρόθεσιν, καίτοι τῆς κακίας ἔξωθεν μὴ ἡσυχαζούσης μηδὲ ἀνιεμένης, ἀλλὰ μετὰ πλήθους δαιμόνων κατὰ καιρούς τινας εἰς πολλὰς ὁράσεις μεταμορφουμένης καὶ παρισταμένης, καὶ ἐν τούτῳ δὲ τῷ μέρει πολεμοῦντες εὐεργετοῦσι τὴν ψυχήν. Ἀποκαλύπτεται γὰρ ἡ τούτων φύσις εἰς τὸν σοφισθέντα νοῦν γνῶναι αὐτῶν τὰς μεθοδείας· πολυποίκιλοι γάρ εἰσιν. Ὡς δὲ τὰ κύματα τῆς θαλάσσης καὶ τὰ ἐν ὄρεσι δένδρα καὶ αἱ τῶν ποταμῶν συνεχεῖς καὶ ἀδιάστατοι ἐπιχύσεις πάντα ὑπερβαίνουσιν ἀριθμόν, οὕτω καὶ τὰ πνεύματα τῆς πονηρίας πάντοτε κινούμενα πολυτρόπως καθ' ἑκάστην ὥραν πολεμεῖ, ἔτι μὴν καὶ ἡ χάρις πλουσίως καὶ διαφόρως ἐνεργεῖ ἐν τοῖς ἀνθρώποις.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά