Ο ΚΥΡΙΟΣ ἐν τῷ εὐαγγελίῳ μυστικῶν πραγμάτων διήγησιν ποιούμενός φησιν· «ἀγαπᾷ ὁ πατὴρ τὸν υἱὸν καὶ πάντα ἔδωκεν αὐτῷ εἰς τὰς χεῖρας αὐτοῦ», καί· «πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς πιστεύητε». Τί ἐστι τὰ μείζονα ἔργα, ἃ δίδωσιν ὁ πατὴρ ποιῆσαι τῷ υἱῷ; Νεκροὺς γὰρ ἤγειρε καὶ τυφλοῖς ἔδωκε τὸ βλέπειν, χωλοῖς τὸ περιπατεῖν, λεπροὺς ἐκαθάρισε, παραλυτικοὺς ἐθεράπευσε καὶ πᾶσαν νόσον ἰάσατο. Ποῖα οὖν τὰ «τούτων μείζονα ἔργα»; Ἀλλὰ καὶ τὰ ἔργα τῆς κτίσεως, ἣν ἐποίησεν ὁ θεός, πάντα ἦν· οὐρανὸς γὰρ ἦν, ἥλιος καὶ σελήνη, ἀστέρες καὶ πᾶς ὁ κόσμος αὐτῶν ἦν, ἀλλὰ καὶ ἡ γῆ καὶ πᾶσα φυτεία ἦν καὶ πᾶν σπόριμον σπέρμα ἦν καὶ οἰκοδομαὶ πόλεων καὶ οἰκιῶν, ὕδωρ καὶ τὰ ἐν αὐτῷ, ὄρη καὶ βουνοί, ἀὴρ καὶ τὰ ἐν αὐτῷ πετεινὰ πάντα ἦν, ἀλλὰ καὶ νόμος ἦν καὶ γραφαὶ ἦσαν καὶ πᾶσα ἡ δικαιοσύνη τοῦ νόμου ἦν γεγραμμένη ἐν ταῖς γραφαῖς. Τί οὖν τὸ λεῖπον; Ἰδοὺ πάντα ἦν. Τίνα ἐστὶ τὰ «μείζονα ἔργα», ἃ ἐπαγγέλλεται ὁ Κύριος ποιῆσαι; Καὶ γὰρ ἐν τοῖς ὁρωμένοις οὐδὲν τούτων μεῖζον ἔργον ἐποίησεν, ὡς ἐν τῷ εὐαγγελίῳ ποιῆσαι ἀναγέγραπται. Τίνα οὖν ἐστι λοιπὸν τὰ «μείζονα ἔργα»; Ἀληθῶς μεγάλα καὶ ἀληθινὰ καὶ αἰώνια ἔργα εἰργάσατο ἐλθὼν καὶ διὰ τὰ μείζονα καὶ αἰώνια ἔργα, ἃ ἐπηγγείλατο ποιῆσαι, πᾶσα ἡ σωτήριος αὐτοῦ ἔλευσις γεγένηται· δι' ἃ καὶ τὰ φαινόμενα πάντα σημεῖα καὶ τέρατα πεποίηκεν. Ἦλθε γὰρ ψυχὴν τὴν νεκρωθεῖσαν ἀπὸ τῆς παραβάσεως τοῦ Ἀδὰμ καὶ ἐν νεκρότητι παθῶν κακίας γενομένην ἀναστῆσαι, τὴν ἐκπεσοῦσαν ἀπὸ ζωῆς αἰωνίου καὶ εἰς θάνατον αἰώνιον κατενεχθεῖσαν. Εἶπε γὰρ ὁ Θεὸς τῷ Ἀδάμ· «ᾗ δ' ἡμέρᾳ φάγῃς, θανάτῳ ἀποθάνῃς». Καὶ οὕτω γέγονεν· ἀπέθανε γὰρ ἡ ψυχὴ ἀπὸ Θεοῦ, τῆς αἰωνίου ζωῆς χωρισθεῖσα, τουτέστι τοῦ φωτὸς τῆς βασιλείας μηκέτι ἀπολαύουσα, ἐπεὶ εἰς τὸ φαινόμενον οὐκ αὐτῇ τῇ ἡμέρᾳ ἀπέθανε - μετὰ γὰρ «ἐννακόσια τριάκοντα ἔτη» γέγραπται, ὅτι «ἀπέθανεν».
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά