Σελ 2
Ἡ ψυχὴ οὖν ἐνεκρώθη αὐτῇ τῇ ἡμέρᾳ καὶ μετὰ ταῦτα αὐτοῦ τὸ σῶμα τῷ φαινομένῳ θανάτῳ κατεδικάσθη. Οὕτω καὶ νῦν ὁ Κύριος ἐποίησεν ὀρθῶς τὴν κρίσιν κρίνας· ἐγείρει πρῶτον ἀπὸ νεκρότητος παθῶν τὴν ψυχὴν νῦν καὶ ἀπὸ σκότους αἰωνίου εἰς φῶς αἰώνιον μετατίθησιν αὐτήν, ἐν τῇ ἀναστάσει δὲ καὶ τὸ σῶμα ἐγείρει καὶ τῆς ἀθανάτου δόξης καταξιώσει. Ἐνεδύσατο γὰρ ἡ ψυχὴ τότε ἔνδυμα θανάτου, τὴν ἁμαρτίαν, καὶ ἐνορᾶν τὸν ἴδιον δεσπότην οὐκ ἠδύνατο· ἐλθόντος δὲ τοῦ σωτῆρος φησὶν Ἰωάννης· «ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», τουτέστιν ὁ τὸν ἀόρατον θάνατον τοῦ καλύμματος τοῦ σκότους, «τὸ φρόνημα τῆς σαρκὸς» περιαιρῶν, καὶ ἐκ νεκρότητος παθῶν ἀνιστῶν τὴν ψυχήν - καὶ πάλιν θεωρεῖν τοῖς νοεροῖς αὐτῆς ὀφθαλμοῖς τὸν ἴδιον δεσπότην κατηξιώθη. Ἴδε ἀληθῶς τὸ πρῶτον καὶ μεῖζον πάντων [ἔργων] ὧν ἐποίησεν ἔργον αἰώνιον· ψυχὴν ἀνέστησεν ἀπὸ θανάτου αἰωνίου. Τὰς χωλὰς οὖν καὶ τυφλὰς καὶ παραλελυμένας ψυχὰς ἦλθεν ὁ Κύριος ἰάσασθαι· ἰδὲ μεῖζον ἔργον τῶν φαινομένων σημείων. Πάλιν τί ἐποίησεν ἔργον μεῖζον τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὁ Κύριος, ὅτι ἐπήγγελται «μείζονα τούτων ἔργα» ποιῆσαι, ἐὰν μή, φησίν, «μείζονα τούτων» ποιήσω, μὴ πιστεύσητέ μοι; Ἥν ἐνέστησε ψυχὴν ἐκ τοῦ αἰωνίου θανάτου, εἰσήγαγεν αὐτὴν εἰς κόσμον θεότητος οὐράνιον, πνευματικὸν καὶ αἰώνιον -«ἐν σκέπῃ, γάρ φησι, τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται»- καὶ ἥλιον δικαιοσύνης ἔδωκεν αὐτῇ ἑαυτόν, τὸν φωτίζοντα αὐτὴν φωτὶ αἰωνίῳ, εἰσήγαγεν αὐτὴν καὶ εἰς τὴν γῆν τῶν ζώντων διὰ τοῦ φωτὸς τῆς θεότητος τοῦ πνεύματος, ἵν' ὥσπερ τὸ σῶμα τοῦτο ἐπὶ γῆς περιπατεῖ καὶ ἐργάζεται τὰ ἔργα τῆς γῆς, οὕτω καὶ ἡ ψυχὴ εἰσελθοῦσα εἰς τὴν ἀόρατον τῆς χάριτος γῆν ἡ ἄνωθεν γεννηθεῖσα ἐν αὐτῇ αὐλίζηται καὶ εἰς ἐκείνην ἐργάζηται ἔργα θεϊκὰ ἀρετῶν τοῦ πνεύματος.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά