Σελ 2
Καὶ ὁ μηδέποτε δὲ λόγον Θεοῦ ἀκούσας μήτε Χριστιανοῖς ἢ φοβουμένοις τὸν Θεὸν ἀπαντήσας, ἀλλ' ἐν πλάνῃ εἰδωλολατρείας ἀναστραφεὶς εἰς τέλος δικαίως καὶ οὗτος κατακριθήσεται-δικαίως γὰρ κρινεῖ ὁ Θεὸς πάντας-, διότι οὐκ ἔγνω ὁ τοιοῦτος ἀπὸ τῆς διακοσμήσεως τοῦ κάλλους τοῦ κόσμου, ὅτι ἔστι τις ὁ ταῦτα δημιουργήσας καὶ ἀπὸ τῆς πάντοτε διαφόρως καὶ ποικίλως γινομένης κινήσεως τῶν κτισμάτων, ὅπως τε πλήθη πολλὰ ποταμῶν οὔτε ὅθεν προέρχονται ἐπιλείπουσι κενούμενα οὔτε ὅποι καταντῶσιν ἐπικλύζουσι πληρούμενα καὶ ὑπερχυνόμενα· τοῦτο δὲ καὶ ἀπὸ τῆς κινήσεως τῶν ἄστρων καὶ ἡλίου καὶ σελήνης, ὅτι ταῦτα οὐκ ἂν ἀφ' ἑαυτῶν τοιαύτην διακόσμησιν καὶ κάλλος ἔσχον καὶ κίνησιν ἄπαυστον, ἄρρητον τὴν ἐξεύρεσιν καὶ τὰς ὁδοὺς ἔχοντα, ἀλλ' ἔστι τις ὁ διακοσμήσας αὐτὰ καὶ κινῶν ἀκόπως καὶ ἀπαύστως, τοῦτο δὲ ἀπὸ τῆς τῶν ἀέρων τροπῆς καὶ τῆς τῶν καιρῶν ἐναλλαγῆς ἀρρήτως παραχωρούντων ἀλλήλοις-χειμὼν γὰρ παραχωρεῖ ἔαρι καὶ ἔαρ θέρει καὶ θέρος φθινοπώρῳ-. Καὶ πάλιν θεωρῶν τὴν τῶν ὄμβρων ἐπίχυσιν καὶ τὰς φοβερὰς φωνὰς τῶν βροντῶν καὶ τῶν ἀστραπῶν τὴν στιλπνότητα καὶ τὸ τῆς λαμπρότητος θάμβος ὤφειλεν ἐννοεῖν, ὅτι ταῦτα οὐκ ἂν ἀφ' ἑαυτῶν οὕτως ἐγίνοντο καὶ ἐκινοῦντο ἐν τοιαύτῃ εὐταξίᾳ καὶ ἀληθείᾳ καὶ ὅρῳ, εἰ μὴ ἦν τις ὁ τούτων δημιουργός. Εἰς πᾶσαν γὰρ τὴν κατάστασιν τῆς εὐπρεπείας τὴν φαινομένην ὁ ἀποσκοπήσας εὐχερῶς νοήσει εἶναί τινα τὸν ταύτης τῆς κτίσεως δημιουργὸν καὶ διακοσμητήν. Πᾶς τοίνυν ἀναπολόγητός ἐστι παρὰ Θεῷ καὶ δικαίως κριθήσεται καὶ ἀπαιτηθήσεται τὴν πρὸς Θεὸν ἀγάπην καὶ ἀρετῆς κατάστασιν κατὰ τὴν ἀναλογίαν τῆς ἐπιγνώσεως καὶ τῶν εὐεργεσιῶν καὶ τῆς συνέσεως καὶ νοήσεως. ἥξει, γάρ φησι, καὶ «ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ». Δίκαιος γάρ ἐστιν ὁ Θεὸς καὶ δίκαια τὰ ἔργα αὐτοῦ καὶ «τὰ κρίματα καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ». Ναὶ δίκαιαι καὶ ὅσιαι αἱ κρίσεις αὐτοῦ. Οὐχ ὥς τινες τὴν ἐκλογὴν καὶ πρόγνωσιν ἀνοήτως ὁριζόμενοι ἀδικίαν εἰσφέρουσι κατὰ τοῦ Θεοῦ, εἰς ὃν μὲν βούλεται σῶσαι ἐκλέγεται, ὃν δὲ ἀπολέσαι ἀλογίστως ἀφίησι φέρεσθαι, ἀλλὰ δίκαιος ὢν προέγνω ὡς Θεὸς τοὺς μέλλοντας αὐτὸν ἀγαπᾶν καὶ ἐκλέγεσθαι τὰς ὁδοὺς αὐτοῦ ἐκ θελήματος καὶ προαιρέσεως, καὶ τούτους προώρισε καὶ ἐξελέξατο εἰς ζωὴν αἰώνιον κατὰ δικαίαν κρίσιν. …
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά