Σελ 3
Μόνον ἡμεῖς ἕως τέλους εὑρεθῶμεν ἀπερικακήτως ἐν τῇ θύρᾳ ἀναιδείᾳ ἀπλήστῳ καὶ ὀξέως ἐν πάσῃ ὑπομονῇ κρούοντες, καὶ αὐτὸς ἀληθῶς ποιεῖ ὁτεδήποτε τὴν ἀπολύτρωσιν καὶ τὴν τοῦ καλύμματος περιαίρεσιν τοῦ ἁγίου καὶ ἐπουρανίου φωτὸς αὐτοῦ, τὴν ἔλλαμψιν καὶ τὴν καθαρότητα τῆς καρδίας ἀπεργαζόμενος. Οἷς μὲν γὰρ ὀψὲ παραγίνεται ὁ δεσπότης, οἷς δὲ μεσονυκτίου, οἷς δὲ ἀλεκτοροφωνίας, οἷς δὲ πρωΐ, καθὼς αὐτὸς εἶπε· μόνον τις ἀδιάλειπτον τὴν προσδοκίαν καὶ τὴν γρηγόρησιν ἐχέτω καὶ ἑτοιμασίαν, μήπως ἀπελπίσας ἢ ἀπιστήσας ἢ ὀλιγωρήσας, ὅτι οὐκ ἔρχεται ὁ δεσπότης, ἀποκοιμηθῇ ἢ ἀναχωρήσῃ, καὶ ἐλθὼν ὁ Κύριος οὐχ εὕρῃ αὐτὸν ἕτοιμον ὡς αὐτὸς εἶπε· «ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι» καὶ τὰ ἑξῆς. Εἰ δὲ τάχιον ἐδεξάμεθα καὶ κατηξιώθημεν τῆς χάριτος αὐτοῦ, εὐχαριστήσωμεν καὶ ἀξίαν τὴν σπουδὴν τῶν κατορθωμάτων καὶ καρποὺς ἀρετῆς ἐπιδειξώμεθα, καὶ αἰσθόμεθα τῆς εὐεργεσίας αὐτοῦ καὶ ἀντιλήψεως καὶ βοηθείας τῆς ταχέως γεγενημένης ἡμῖν, ὡς οὐκ ἐκοπιάσαμεν. Καὶ ἀναλόγως σπεύσωμεν ὅλους ἑαυτοὺς ἀναρτῆσαι τῷ Κυρίῳ συνενούμενοι τῇ χάριτι αὐτοῦ, καὶ οὕτω τῆς ἡμετέρας προαιρέσεως ἐκ θελήματος τὴν σπουδὴν ἐπιδειξάμενοι, ἔχοντες καὶ τὴν ἀπὸ τοῦ Κυρίου βοήθειαν εἰς ἐπικουφισμὸν τῶν πόνων ἡμῶν καὶ εἰς προκοπὴν ἀγαθὴν πάντοτε ἐρχόμενοι καὶ ἐν μηδενὶ τὴν δωρεὰν τοῦ Θεοῦ ἐνυβρίσαντες καὶ ἕως τέλους ἐν τοιαύταις σπουδαῖς εὑρεθέντες τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά