Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Οὐρανὸς πέρα ἀπὸ τὸ Στερέωμα

 

ΔΙΑ ΤΟΥΤΟ τὸ τίμιον σπάνιόν ἐστι καὶ τὸ δυσχερῶς κατορθούμενον ἔνδοξον, ὅθεν καὶ ἀΐδιον, ἐπεὶ ἀκαμάτως πάντες θέλουσιν εἰσελθεῖν καὶ γενέσθαι τοῦ ἀγαθοῦ, ἀλλὰ ἀνὰ μέσον δρόμος πολὺς καὶ ἀγὼν πρόκειται καὶ ἀπὸ πολλῶν ὀλίγοι ἐξειλοῦσιν. Οἱ οὖν νικήσαντες κατήντησαν πρὸς ἡγεμόνα καὶ βασιλέα εἰρηνικὸν καὶ ἥμερον, ἐπὶ εὐεργεσίᾳ ἀνθρώπων χαίροντα, τοιοῦτοι ἀπὸ τοῦ νῦν κληρονομοῦσι τὴν γῆν τῆς ἐπαγγελίας καὶ ἔρχονται εἰς λιμένα ἀναπαύσεως καὶ εἰς τὴν πόλιν τὴν ἁγίαν καὶ «εἰς τὴν κατάπαυσιν». Ὥσπερ γάρ ἐστιν οὐρανὸς φαινόμενος, ὃς ἐπικαλεῖται στερέωμα, οὕτως ἐστὶν ἐπάνω τούτου ἄλλος οὐρανὸς φωτοειδής, ἔνθα παρεμβολαὶ τῶν ἀγγέλων (καὶ τὰ μάλιστα ὁ Θεὸς καὶ οἱ ἄγγελοι), ἐκεῖ ἐστι σκηνὴ ἀχειροποίητος. Ταῦτα οὖν πάντα θεῖά ἐστι καὶ ἄρρητα καὶ φωτεινά, ἐπειδὴ πνευματικά ἐστι καὶ ὑποστατικά, μὴ ὄντα τοῦ αἰῶνος τούτου, ἀλλὰ ἄλλου κόσμου, ὅπου οὔκ ἐστι σκότος ἢ νὺξ ἢ πόλεμος ἢ γέεννα. Ἐπειδὴ γὰρ οὐκ ἐνεχωρεῖ τῷ ἔξω ὀφθαλμῷ κατανοεῖν ἐκεῖνα τὰ ἐπουράνια, διὰ τοῦτο ὡς παραπέτασμα ἐκτίσθη τοῦτο τὸ στερέωμα, ἵνα μὴ δόξῃ τίς ἁπλῶς καθορᾶν εἰ μὴ οἱ καθαροὶ τὴν καρδίαν καὶ τὸν νοῦν ἡγιασμένοι, οἱ συμπολῖται καὶ συμμύσται τῶν ἁγίων. Καὶ ὅταν συσταλῇ τοῦτο, ἐκεῖνα τότε τὰ μὴ φαινόμενα ὑποδέχεται τοὺς ἐκλεκτούς. Πολλοὶ γὰρ τοῦ ἀγαθοῦ μέρους ὄντες καὶ ἐνεργούμενοι ὑπὸ τοῦ ἀγαθοῦ πνεύματος ἐνόμισαν τετελειῶσθαι καὶ μετὰ ταῦτα ἔφοδον ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ ἐπιβουλὴν ἔπαθον, ὡς ἂν στρατιῶται νομίσαντες νενικηκέναι τοὺς ἐχθρούς, καὶ λοιπὸν ῥίψαντες τὰ ὅπλα καὶ ἐν ἀμεριμνίᾳ ὄντες, ἔγκρυμμα ποιήσαντες καὶ ἄφνω ἐπιστάντες οἱ ἐχθροί, τοὺς μὲν φονεύσωσιν, τοὺς δὲ δήσαντες αἰχμαλώτους λάβωσιν.

Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης