Σελ 2
Οὕτως οὖν καὶ ἡ ἁμαρτία ἐπικινηθεῖσα παρεχρήσατο, τοὺς μὲν ἔδησεν εἰς τὸν ἴδιον βυθὸν καὶ βρόχον τῆς κακίας, τοὺς δὲ ᾐχμαλώτευσεν εἰς τὰ πάθη τῆς ἀτιμίας. Πάντες οὖν οἱ ἄνθρωποι εἴτε δίκαιοι εἴτε ἁμαρτωλοί, εἰ μὴ διὰ τοῦ νόμου τοῦ πνεύματος (τουτέστιν εἰ μὴ διὰ Ἰησοῦ Χριστοῦ), οὐ δύνανται ἐλευθερωθῆναι τῶν κακῶν καὶ ἐξειλῆσαι ἐκ τῆς δυναστείας τοῦ διαβόλου. Λέγει γὰρ Παῦλος διαγράφων τὴν πτῶσιν τοῦ ἀνθρώπου· «ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ θανάτου; Εὐχαριστῶ τῷ [θεῷ] διὰ Ἰησοῦ [Χριστοῦ]», ὅτι «ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἐκ τοῦ θανάτου».
Ὥσπερ γὰρ πηγῆς βρυούσης ὅσοι ἂν πίνωσιν οὐδὲν ἐνδέει, οὕτως οἱ ἔχοντες τὰς προσόδους καὶ τοὺς θησαυροὺς τοῦ πνεύματος ἔνδοθεν ἐν τῷ νῷ ὅσα ἂν λαλήσωσιν, τοὺς μὲν ἀκούοντας πίστει ὠφελοῦσιν, αὐτοὶ δὲ μένουσιν οἷοι καὶ τὸ πρὶν ἦσαν. Τοῖς γὰρ πνευματικοῖς ἀπὸ τοῦ νῦν κτίζονται παλάτια καὶ τρίκλινοι καὶ οἶκοι ὑπερμεγέθεις ὑπὸ τοῦ πνεύματος, κατασκευάζεται δὲ καὶ ἐσθὴς διάφορος καὶ ἔνδοξος, ὅταν οὖν ἀναλύσωσι πρὸς τὸν Χριστόν, μετὰ πολλῆς χαρᾶς προσδέχονται αὐτοὺς οἱ ἴδιοι, τὰ πνεύματα τῶν δικαίων καὶ ὅλη ἡ ἐπουράνιος βασιλεία. Λέγει γὰρ αὐτοῖς ὁ Κύριος. «εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου». Πολλοὶ γὰρ τῶν ἀδελφῶν λαμβάνοντες χάριν καὶ συμφωνοῦντες ὁσημέραι εἰς αὔξησιν καὶ προκοπὴν εἰς μέτρα μεγάλα προχωροῦσιν· ἄλλοι, ὅτε λαμβάνουσι δωρεὰν ἐκ τοῦ Θεοῦ, καίτοι συνούσης τῆς χάριτος ἐκτρέπονται εἰς ἀταξίας καὶ εἰς κακὰ πολλά.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά