ΛΑΛΗΣΑΙ θέλεις; Αὐτοῦ μνημόνευσον. Θέλεις ῥυσθῆναι τῶν κακῶν; Τὸν Κύριον ἐπικάλεσαι. Ἀφανίζει σε ἁμαρτία; «ἀμνός» ἐστιν «ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν». Φοβεῖ σε ἄνθρωπος; «πύργος» ἐστὶν «ἰσχῦος ἀπὸ προσώπου ἐχθροῦ». Θροοῦσι δαίμονες; Ἐπιτιμᾷ καὶ ἀφανίζονται. Κρατεῖ ἀφροσύνη; «ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις». Κατέχει δειλία; αὐτὸς δίδωσι θάρσος. Ἐνεργεῖ λύπη; Ἡ μνήμη αὐτοῦ ἐμποιεῖ χαράν. Οὐχ εὑρίσκεις ἔξοδον τῶν διαλογισμῶν; «ἐγώ εἰμι, φησίν, ἡ θύρα τῶν προβάτων». Πάντα ἐν αὐτῷ ἐστι, καθὼς εἶπεν· ὅτι «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός». Σὺ οὖν ἐν πᾶσιν αὐτῷ πίστευε καὶ θάρσει ἐπ' αὐτῷ. Τοῦτο δὲ μόνον φοβοῦ καὶ παρακάλει, μήποτε αὐτοῦ ἐπιλάθῃ πλανηθεὶς ὑπὸ τῶν πνευμάτων. Ὅταν δέ σε ἀφελκύσωσι, σὺ μὴ προσομιλήσῃς, μηδὲ τῷ πράγματι μηδὲ τῷ πνεύματι, χωρὶς εὐχῆς. Ἀλλὰ «ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ' αὐτόν, καὶ αὐτὸς ποιήσει».
Ὥστε οὖν οὐδὲν ἕτερον παρ' ἡμῶν ἐπιζητεῖ ἢ τὴν εἰς αὐτὸν ἐλπίδα περὶ παντὸς πράγματος, καὶ μέντοι κατὰ τὸ μέτρον τῆς ἐλπίδος, οὕτω καὶ ἡ ἀντίληψις γίνεται. Ὁ δὲ ἐλπίζων οὐκέτι μεριμνᾷ περὶ ὧν ἤλπισε, πίστει καὶ διακρίσει παραλογιζόμενος· καὶ γὰρ τὸ «μέτρον τῆς πίστεως» ἐντεῦθεν γνωσθήσεται [ἐκ τῆς ἰσοτιμίας τοῦ παραλογισθέντος πράγματος]. Διὰ τοῦτο λέγει· «στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν»· θλίβεται γὰρ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων καὶ στενοῦται διὰ τῶν πειρασμῶν ψυχὴ ἡ ζητοῦσα τὸν Κύριον, ἕως οὗ εὕρῃ, καὶ τότε κραταιωθήσεται ἐν τῷ ἁγίῳ Πνεύματι, καθὼς καὶ λέγει· «ζητήσατε τὸν Κύριον καὶ κραταιώθητε».
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά