Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Προσευχήσου

 

Σελ 2

Ὅσοι δὲ λέγουσι τὴν βασιλείαν ζητεῖν διὰ τῆς εὐχῆς καὶ τὴν φιληδονίαν οὐ φεύγουσιν, ὑπὸ ταύτης αὐτῆς δελεαζόμενοι ἐπιλανθάνονται τοῦ Κυρίου. Ἀδύνατον γὰρ τὸν Κύριον ἢ τὸν πλησίον ἀγαπῆσαι, εἰ μὴ πρότερον ἡδονὰς καὶ δόξας μισήσωμεν. «οὐ δύνασθε, γάρ φησι, δυσὶ κυρίοις δουλεύειν», «θεῷ καὶ μαμωνᾷ». «ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται». Δεῖ γὰρ «τὰ πνευματικὰ τῆς πονηρίας» παρελθεῖν κατὰ τὸν ἀπόστολον, καὶ οὕτως εἰς τὴν βασιλείαν εἰσελθεῖν.

Βασιλεία δὲ οὐρανῶν ἐστι τὸ φιλάνθρωπον πνεῦμα Χριστοῦ, ἀπάθειαν καὶ πίστιν ἐνεργοῦν τῇ ψυχῇ καὶ παρέχον οὗ τὸν ἀρραβῶνα ἐλάβομεν κατὰ τὴν γραφήν. «πνευματικὰ» δὲ «τῆς πονηρίας» εἰσὶν αἱ τοῦ διαβόλου ὑποθέσεις, οἱ τῆς ἀπιστίας καὶ κραιπάλης λογισμοί, καθὼς λέγει· «τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντα», ἕως οὗ γένηται πόλεμος τοῦ ἀντιλέγειν τοῖς λογισμοῖς. Ὁ γὰρ ἐχθρὸς κατέχει τὸν νοῦν καὶ δολερῶς ὑποδεικνύει τὰς ἔξω δόξας καὶ ἡδονάς, ἐξ ὧν γεννᾶται τὸ μῖσος, ὅ ἐστι κάλυμμα τῆς ψυχῆς, ὅθεν οὐ δυνάμεθα βλέπειν οὐδὲ τὴν ἐκείνου κακίαν οὐδὲ τὴν τοῦ Κυρίου βοήθειαν, καὶ οὕτως οὐκ οἴδαμεν πῶς οἰκεῖ ὁ Χριστὸς ἐν ἀνθρώπῳ καὶ πῶς δεσμεῖ τὸν ἰσχυρὸν καὶ τὰ σκεύη αὐτοῦ διαρπάζει, ἅπερ ἐκεῖνος τοῦ ἀνθρώπου ἀφήρπασεν. Οὐ λέγομεν δὲ ὅτι ἡ βασιλεία τῶν οὐρανῶν ὧδε τέλος ἔχει, ὡς ἀποκλείοντες τὰ μέλλοντα, ἀλλ' ὅτι ἀπεντεῦθεν ἔστι κοινωνῆσαι τῷ ἁγίῳ Πνεύματι καὶ ἐνεργῶς πιστεῦσαι περὶ τῆς αἰωνίου ζωῆς διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως κατὰ τὸ εἰρημένον· «εἰ γὰρ τὸ πνεῦμα Χριστοῦ ἐνοικεῖ ἐν ὑμῖν ὁ ἐγείρας ἐκ νεκρῶν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἡμῖν». Ταῦτα δὲ οὐκ ἔστιν ἀτεκμάρτου πίστεως τὸ εἰπεῖν· «ἑαυτοὺς δοκιμάζετε», «εἴ ἐστε ἐν τῇ πίστει», «ἢ οὐκ ἐπιγινώσκετε ἑαυτούς»; «εἰ μήτι ἄρα ἀδόκιμοί ἐστε», διὰ τοῦτο μηδὲν σωματικὸν μεριμνᾶν κελεύει πρὸς τὸ ἀπερισπάστῳ μνήμῃ τὴν ἐλπίδα κρατεῖν. Οὕτω γὰρ κατοικήσει τὸ πνεῦμα αὐτοῦ ἐν ἡμῖν. ὑποδεικνύει δὲ δι' αὐτῶν τῶν πραγμάτων, ὅτι αὐτός ἐστιν ἡ παρὰ τοῦ ἁγίου Πνεύματος λύτρωσις.

Αρχική ||| Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης