Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Σύγκραση

 

ΕΑΝ ΜΗ ἐκείνην τὴν ἐξ οὐρανοῦ ἀγάπην τοῦ πνεύματος δεξώμεθα νῦν ἐν πολλῇ αἰτήσει καὶ δεήσει καὶ πίστει καὶ προσοχῇ καὶ ἀποστροφῇ τοῦ κόσμου, καὶ ἁγιασθῇ ἡ μιανθεῖσα ὑπὸ τῆς κακίας φύσις ἡμῶν ὑπὸ τῆς ἀγάπης ἐκείνης, ἥτις ἐστὶν ὁ Κύριος, καὶ ἕως τέλους διαμείνωμεν ἄπτωτοι ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ ἀναστρεφόμενοι, τῆς ἐπουρανίου βασιλείας τυχεῖν οὐ δυνησόμεθα.

Λεπτὸν δέ τινα λόγον καὶ βαθὺν κατὰ τὴν προσοῦσαν δύναμιν εἰπεῖν βούλομαι. Ἐσωματοποίησεν ἑαυτὸν ὁ ἄπειρος καὶ ἀόρατος καὶ ἀπρόσιτος Θεὸς διὰ ἄπειρον καὶ ἀνεννόητον χρηστότητα καὶ ὡς εἰπεῖν συνεσμίκρυνεν, ἵνα δυνηθῇ συγκερασθῆναι τοῖς ἀοράτοις καὶ νοεροῖς αὐτοῦ κτίσμασιν, οἷον ψυχαῖς ἁγίων λέγω καὶ ἀγγέλοις, ἵνα δυνηθῶσι ζωῆς ἀθανάτου καὶ θεότητος μετασχεῖν. Ἕκαστον γὰρ κατὰ τὴν ἰδίαν φύσιν σῶμά ἐστιν, ὁ ἄγγελος, ἡ ψυχή, ὁ δαίμων. Κἂν γὰρ λεπτά εἰσιν, ἀλλ' ὅμως ἐν ὑποστάσει καὶ χαρακτῆρι καὶ εἰκόνι καὶ κατὰ τὴν λεπτότητα τῆς φύσεως σῶμα τυγχάνει λεπτόν. Ὥσπερ γὰρ ἐν ὑποστάσει τοῦτο τὸ σῶμα παχύ ἐστιν, οὕτω καὶ ἡ ψυχὴ σῶμα οὖσα λεπτὸν περιεβάλετο καὶ ἐνεδύσατο τὰ μέλη τοῦ σώματος τούτου· περιεβάλετο τὸν ὀφθαλμὸν δι' οὗ ὁρᾷ, τὸ οὖς ὁμοίως δι' οὗ ἀκούει, τὴν χεῖρα καὶ ἁπαξαπλῶς ὅλον τὸ σῶμα καὶ τὰ μέλη αὐτοῦ περιέλαβεν ἡ ψυχὴ καὶ συνεκεράσθη ὅλον χεῖρ χειρί, ποῦς ποδί, ὀφθαλμὸς ὀφθαλμῷ, οὖς ὠτίῳ, δι' ὧν ἀπεργάζεται πάντα τὰ ἐν τῷ βίῳ ἐπιτηδεύματα. Τὸν αὐτὸν τρόπον ἡ ἄπειρος καὶ ἀλάλητος καὶ ἀνεννόητος χρηστότης τοῦ Κυρίου σμικρύνει ἑαυτὸν διὰ τῆς ἀπείρου δόξης, δι' ἡμερότητα καὶ φιλανθρωπίαν καὶ σωματοποιεῖ, καὶ μίγνυται καὶ κιρνᾶται καὶ περιλαμβάνει τὰς πιστὰς καὶ ἀξίας καὶ εὐαρέστους αὐτῷ ψυχὰς καὶ γίνεται μετ' αὐτῶν εἰς ἓν πνεῦμα κατὰ τὸ λόγιον Παύλου, ψυχὴ ὡς εἰπεῖν εἰς ψυχὴν καὶ ὑπόστασις εἰς ὑπόστασιν, ἵνα δυνηθῇ ἐν τῇ θεότητι ζῆσαι καὶ αἰσθέσθαι ἀθανάτου ζωῆς καὶ ἀφθάρτου ἡδονῆς μέτοχος γενέσθαι καὶ δόξης ἀρρήτου ἀπολαῦσαι ἡ ἀξία καὶ εὐάρεστος αὐτῷ ψυχή.

Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης