Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Σύγκραση

 

Σελ 2

Εἰ γὰρ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι πεποίηκε τὴν ὁρωμένην κτίσιν ταύτην ἐν πολλῇ τινι διαφορότητι καὶ ποικιλίᾳ, ἣ καὶ πρὶν γενέσθαι οὐκ ἦν· ἠθέλησε δέ, καὶ εὐκόλως ἐποίησεν ἐκ τῶν μὴ ὄντων [τὰς] ὑποστάσεις παχείας καὶ σκληράς (οἷον γῆν λέγω παχείαν, ὄρη, δένδρα· ὁρᾷς, οἷα σκληρότης τῆς φύσεως), καὶ πάλιν μέσα καὶ ἁπαλὰ (οἷον ὕδατα) καὶ ἐξ αὐτῶν γεννᾶσθαι προσέταξε πετεινά, καὶ πάλιν λεπτότερα (οἷον ἀέρα καὶ ἀνέμους), καίπερ σῶμα ὄντας καὶ μὴ ὁρωμένους τῷ τοῦ σώματος ὀφθαλμῷ. Ὤ πῶς ἡ ἄπειρος καὶ ἀνεκδιήγητος τῆς πολυποικίλου σοφίας τοῦ Θεοῦ τέχνη, ἔκτισεν ἐκ μὴ ὄντων καὶ παχύτερα καὶ ἁπαλώτερα καὶ σκληρότερα καὶ λεπτότερα σώματα καὶ ἐν ὑποστάσει θελήματι αὐτοῦ γεγόνασι; Εἰ οὖν ταῦτα, -πόσῳ μᾶλλον αὐτὸς ὁ ὢν ὡς θέλει [καὶ ὃ θέλει] διὰ χρηστότητα ἄφραστον καὶ ἀγαθότητα ἀνεννόητον συμμεταβάλλει καὶ σμικρύνει καὶ ἐξομοιοῖ ἑαυτὸν καὶ σωματοποιεῖ καὶ συγκιρνᾶται ταῖς ἁγίαις καὶ ἀξίαις καὶ πισταῖς ψυχαῖς, ἵνα ὁραθῇ ὁ ἀόρατος καὶ ψηλαφηθῇ ὁ ἀψηλάφητος (κατὰ τὴν φύσιν τῆς λεπτότητος τῆς ψυχῆς), καὶ αἴσθηται αὐτοῦ τῆς γλυκύτητος καὶ τῆς χρηστότητος καὶ τοῦ φωτὸς ἀπολαύσῃ καὶ τῆς ἀναπλάσεως τῆς ἀρρήτου πεῖραν τινὰ δέξηται. Ὅτε βούλεται, πῦρ γίνεται καῖον πᾶν φαῦλον καὶ ἐπεισάκτον τῆς ψυχῆς πρᾶγμα· καὶ γὰρ «ὁ Θεὸς» ἡμῶν, φησὶν ὁ προφήτης, «πῦρ καταναλίσκον». Ὅτε βούλεται, ἀνάπαυσις ἄρρητος καὶ ἄφραστος γίνεται, ἵνα ἀναπαυθῇ καὶ ἀπολαύσῃ θεότητος ἡ ψυχή. Ὅτε βούλεται, χαρὰ καὶ εἰρήνη γίνεται, θάλπων καὶ περιέχων τὴν ψυχήν.

Αρχική ||| Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης