ΑΠΑΡΧΗΝ μὲν πασῶν γραφῶν εἶναι τὰ εὐαγγέλια͵ τῶν δὲ εὐαγγελίων ἀπαρχὴν τὸ κατὰ Ἰωάννην͵ οὗ τὸν νοῦν οὐδεὶς δύναται λαβεῖν μὴ ἀναπεσὼν ἐπὶ τὸ στῆθος Ἰησοῦ μηδὲ λαβὼν ἀπὸ Ἰησοῦ τὴν Μαρίαν γινομένην καὶ αὐτοῦ μητέρα. Καὶ τηλικοῦτον δὲ γενέσθαι δεῖ τὸν ἐσόμενον ἄλλον Ἰωάννην͵ ὥστε οἱονεὶ τὸν Ἰωάννην δειχθῆναι ὄντα Ἰησοῦν ὑπὸ Ἰησοῦ. Εἰ γὰρ οὐδεὶς υἱὸς Μαρίας κατὰ τοὺς ὑγιῶς περὶ αὐτῆς δοξάζοντας ἢ Ἰησοῦς͵ φησὶ δὲ Ἰησοῦς τῇ μητρί· Ἴδε ὁ υἱός σου καὶ οὐχί Ἴδε καὶ οὗτος υἱός σου͵ ἴσον εἴρηκε τῷ Ἴδε οὗτός ἐστιν Ἰησοῦς ὃν ἐγέννησας. Καὶ γὰρ πᾶς ὁ τετελειωμένος ζῇ οὐκέτι͵ ἀλλ΄ ἐν αὐτῷ ζῇ Χριστός͵ καὶ ἐπεὶ ζῇ ἐν αὐτῷ Χριστός͵ λέγεται περὶ αὐτοῦ τῇ Μαρίᾳ· Ἴδε ὁ υἱός σου ὁ Χριστός.
Ὠριγένης : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά