Σελ 2
Φωνή ἐστιν ἡ σάλπιγξ͵ ἡ τοὺς νεκροὺς ἐγείρουσα καὶ ἐξάγουσα ἐκ τῶν τάφων. Ἔχει δὲ καὶ μυστικὸν νοῦν τὸ ἐξέλθετε. Ἐὰν γὰρ μὴ ἐξέλθωμεν͵ τὸν νυμφίον ἀπαντῆσαι οὐ δυνάμεθα. Λαμπάδα τῆς παρθενίας ὁ τῆς γνώσεως φωτισμός· ἔλαιον δὲ εἰς τὰς λαμπάδας ἡ ἐν ἐπιγνώσει σπουδὴ καὶ τῶν ἐντολῶν ἐργασία. Αὕτη γὰρ τὸ ἐν ἡμῖν διαφυλάττει φῶς, ἁπλοῦν τὸν ὀφθαλμὸν διατηροῦσα͵ ὥστε φωτίζεσθαι ὅλον ἡμῶν τὸ σῶμα κατὰ τὸν τοῦ Κυρίου λόγον. Αἱ μὲν οὖν λαβοῦσαι τὴν ἐπιμελῆ σπουδὴν πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν φρόνιμοι· αἱ δὲ ἀμελεῖς μωραί͵ τὸν προσήκοντα καιρὸν ἀναλώσασαι εἰς τὴν τῶν ματαίων σπουδήν. Τὸ δὲ ἐκάθευδον τὴν κοίμησιν τοῦ θανάτου λέγει· τὸ μεσονύκτιον δὲ τὸ αἰφνίδιον δηλοῖ καὶ τὸ ἀπροσδόκητον͵ ἅμα καὶ τὸ φοβερόν. Καὶ ταῖς μὲν ἐξαναστάσαις πάρεστιν ἃ ἐπόνεσαν· τὴν δὲ ῥᾳθυμίαν περὶ τὴν εὐσέβειαν μηδὲν ἐπιφερομένων ἄρχεται στυγνάζειν ἡ ψυχὴ καὶ οἱονεὶ κατασβέννυσθαι καὶ εἰς παραφροσύνην χωρεῖν͵ ὥστε οἰηθῆναι αὐτὰς διὰ τῆς ἑτέρων ἀρετῆς. Διὸ ἀποδοκιμάζονται͵ λεγόντων ἐκείνων͵ Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν. Πωλοῦσι δὲ τὸ ἔλαιον οἱ διδάσκοντες μισθοῦ προσεδρείᾳ͵ προσοχῆς͵ φιλομαθίας͵ φιλοπονίας. ῍Η πωλοῦντές εἰσι προφῆται͵ ἀπόστολοι͵ εὐαγγελισταί, δι΄ ὧν τις μαθητευθεὶς τὴν ἀρετὴν ἐργάζεται.
Ὠριγένης : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά