Σελ 2
Οὕτω δὲ καὶ Ἰσαὰκ ὠσφράνθη τῆς ὀσμῆς τῶν τοῦ υἱοῦ θειοτέρων ἱματίων καὶ ἐπεῖπε πνευματικῇ εὐλογίᾳ τό· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους͵ ὃν εὐλόγησεν ὁ Κύριος. Παραπλησίως δὲ τούτοις καὶ νοητῶς μᾶλλον ἢ αἰσθητῶς Ἰησοῦς ἥψατο τοῦ λεπροῦ͵ ἵν΄ αὐτὸν καθαρίσῃ͵ ὡς ἐγὼ οἶμαι͵ διχῶς͵ ἀπαλλάττων αὐτὸν οὐ μόνον͵ ὡς οἱ πολλοὶ ἀκούουσι͵ λέπρας αἰσθητῆς δι΄ αἰσθητῆς ἁφῆς ἀλλὰ καὶ τῆς ἄλλης διὰ τῆς ὡς ἀληθῶς θείας αὐτοῦ ἁφῆς. Οὕτως οὖν ἐμαρτύρησεν ὁ Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ͵ καὶ ἔμεινεν ἐπ΄ αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν͵ ἀλλ΄ ὁ πέμψας με βαπτίζειν ἐν τῷ ὕδατι͵ ἐκεῖνός μοι εἶπεν· Ἐφ΄ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ΄ αὐτόν͵ οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα͵ καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. Καὶ τῷ Ἰησοῦ γε ἠνοίχθησαν οἱ οὐρανοί· καὶ τότε μὲν πλὴν Ἰωάννου οὐδεὶς ἀναγέγραπται ἑωρακέναι ἀνοιχθέντας τοὺς οὐρανούς. Τοῦτο δὲ τὸ ἀνοιχθῆναι τοὺς οὐρανοὺς προλέγων τοῖς μαθηταῖς ὁ σωτὴρ ἐσόμενον ὀψομένοις αὐτό φησιν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν͵ ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαί νοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. Καὶ οὕτως Παῦλος ἡρπάγη εἰς τρίτον οὐρανόν͵ πρότερον ἰδὼν αὐτὸν ἀνοιχθέντα͵ ἐπεὶ μαθητὴς ἦν Ἰησοῦ.
Ὠριγένης : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά