ΛΕΚΤΕΟΝ ὅτι Μωϋσῆς ἀναγράφων τὴν κοσμοποιΐαν εἰσάγει τὸν ἄνθρωπον πρὸ μὲν τῆς παραβάσεως πῇ μὲν βλέποντα πῇ δὲ μὴ βλέποντα͵ βλέποντα μὲν ἐν τῷ λέγεσθαι περὶ τῆς γυναικὸς ὅτι Εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι͵ μὴ βλέποντα δὲ οὐ μόνον ἐν τῷ λέγεσθαι ὡς περὶ τυφλῶν ὀφθαλμῶν ὑπὸ τοῦ ὄφεως τῇ γυναικὶ τὸ Ἤδει γὰρ ὁ Θεὸς ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ΄ αὐτοῦ͵ διανοιχθήσονται οἱ ὀφθαλμοὶ ὑμῶν͵ ἀλλὰ καὶ ἐν τῷ Ἔφαγον καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο. Διηνοίχθησαν μὲν οὖν αὐτῶν οἱ ὀφθαλμοὶ τῆς αἰσθήσεως͵ οὓς καλῶς ἦσαν μύσαντες͵ ἵνα μὴ περισπώμενοι ἐμποδίζωνται βλέπειν τῷ τῆς ψυχῆς ὀφθαλμῷ· οὓς δὲ τέως εἶχον βλέποντας τῆς ψυχῆς ὀφθαλμοὺς καὶ εὐφραινομένους ἐπὶ τῷ Θεῷ καὶ τῷ παραδείσῳ αὐτοῦ͵ τούτους οἶμαι διὰ τὴν ἁμαρτίαν ἔμυσαν. Ὅθεν καὶ ὁ Σωτὴρ ἡμῶν͵ τὸ διττὸν τοῦτο τῶν ὀφθαλμῶν ἐπιστάμενος εἶδος ἐν ἡμῖν͵ φησὶ τό· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον εἰσῆλθον͵ ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται͵ μὴ βλέποντας μὲν αἰνιττόμενος τοὺς τῆς ψυχῆς ὀφθαλμούς͵ οὓς ὁ λόγος ποιεῖ βλέπειν͵ βλέποντας δὲ τοὺς τῶν αἰσθήσεων· τούτους δὲ ἐτύφλου ὁ Λόγος͵ ἵνα ἀπερισπάστως ἡ ψυχὴ βλέπῃ ἃ δεῖ.
Ὠριγένης : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά