Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Ἡ ἀληθινὴ γιορτή

 

Σελ 5

Καί σκόπει μοι ἐντεῦθεν τῶν λεγομένων τήν δύναμιν. Εἰ ἐν αἰσθήσει καί γνώσει, τῶν τοιούτων μετέχεις ἀξίως εἰ δέ μή οὕτως, ἀναξίως πάντως ἐσθίεις καί πίνεις. Εἰ ἐν θεωρίᾳ καθαρᾷ μετείληφας οὗ μετείληφας, ἰδού δή ἄξιος γέγονας τῆς τοιαύτης τραπέζης εἰ γάρ μή ἄξιος γένῃ, οὐ κολληθήσῃ, οὐδαμῶς ἐνωθήσῃ Θεῷ. Μή τοίνυν οἰέσθωσαν οἱ τῶν θείων μυστηρίων ἀναξίως μετέχοντες ὅτι δι᾿ αὐτῶν ἁπλῶς οὕτω κολλῶνται καί ἑνοῦνται Θεῷ τῷ ἀοράτῳ τοῦτο γάρ οὐκ ἔσται αὐτοῖς οὐδαμῶς, οὐδ᾿ οὐ μή γενήσεταί ποτε. Μόνοι γάρ οἱ τῇ μετουσίᾳ τῆς θείας τοῦ Κυρίου σαρκός καί τήν ἀποκάλυψιν τῇ νοερᾷ προσψαύσει τῆς ἀοράτου θεότητος ἐν τῷ νοερῷ ὄμματι καί στόματι καταξιούμενοι ἰδεῖν καί φαγεῖν γινώσκουσιν ὅτι χρηστός ὁ Κύριος, οἵ οὐκ ἄρτον μόνον αἰσθητόν αἰσθητῶς, ἀλλά καί Θεόν ὁμοῦ ἐν ταὐτῷ νοητῶς ἐσθίοντες ἅμα καί πίνοντες, ἐν αἰσθήσει διτταῖς ὡσαύτως τόν μέν ὁρατῶς τόν δέ ἀοράτως τρεφόμενοι, ἑνοῦνται κατ᾿ ἄμφω τῷ διττῷ τάς φύσεις Χριστῷ, σύσσωμοι αὐτῷ γινόμενοι καί συγκοινωνοί τῆς δόξης καί τῆς θεότητος. Οὕτω γάρ ἑνοῦνται Θεῷ οἱ ἀξίως καί ἐν γνώσει θεωρίᾳ τοῦ μυστηρίου ἐκ τοῦ ἄρτου ἐσθίοντες τούτου καί ἐκ τούτου τοῦ ποτηρίου πίνοντες εὐαισθήτῳ ψυχῇ καί καρδίᾳ οἱ δ᾿ ἀναξίως τοῦτο ποιοῦντες κενοί τῆς δωρεᾶς εἰσι τοῦ Πνεύματος τοῦ Ἁγίου, τρέφοντες μόνον τό σῶμα, οὐχί δέ καί τήν ψυχήν ἑαυτῶν.

Ἀλλά μή θορυβηθῇς τήν ἀλήθειαν ἀκούων, ἀγαπητέ, δηλουμένην σοι παρ᾿ ἡμῶν. Εἰ γάρ ἄρτον ζωῆς καί διδόντα ζωήν αὐτόν τήν σάρκα εἶναι ὁμολογεῖς τοῦ Κυρίου καί τό αἷμα αὐτοῦ οἶδας καί διδοῦν ζωήν τοῖς μετέχουσι καί γινόμενον ἐν τῷ πίνοντι ὡς πηγή ὕδατος ἁλλομένου εἰς ζωήν αἰώνιον, πῶς, εἰπέ, σύ τούτων μετέχων οὐδέν πλέον ψυχικῶς προστίθης, ἀλλ᾿ εἰ καί μικράν τινα ἴσως ἐπαισθανθήσῃ χαράν, μένεις πάλιν μετά μικρόν οἷος ἦς καί τό πρότερον, μηδεμίαν προσθήκην ζωῆς ἐν σοί, ἤ πηγήν βλυστάνουσαν, ἤ βλέπων τό οἱονοῦν φῶς; Ὁ γάρ ἄρτος οὗτος αἰσθητῶς μέν ψωμός φαίνεται τοῖς μή ὑπέρ τήν αἴσθησιν γενομένοις, νοερῶς δέ φῶς ἀχώρητόν ἐστι καί ἀπρόσιτον οὕτω καί ὁ οἶνος φῶς καί αὐτός ὁμοίως, ζωή, πῦρ καί ὕδωρ ἐστί ζῶν.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης