Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Ἡ ἀληθινὴ γιορτή

 

Σελ 6

Εἰ οὖν, τρώγων καί πίνων τόν θεῖον ἄρτον καί τόν τῆς εὐφροσύνης οἶνον, οὐκ ἔσῃ γινώσκων εἰ ζωήν ἔζησας τήν ἀνώλεθρον, εἰ φωτοειδῆ τόν ἄρτον, ἤ πύρινον αὐτόν, ὡς ὁ προφήτης ἐδέξω ἐντός σου, εἰ ὡς ὕδωρ ἁλλόμενον καί λαλοῦν τό δεσποτικόν ἔπιες αἷμα, εἰ οὐδέν οὐδαμῶς τούτων ἐν θεωρίᾳ καί μεθέξει ἐγένου, πῶς οἴει τῆς ζωῆς κοινωνός γεγονέναι; Πῶς δέ νομίζεις ἅψασθαι τοῦ ἀπροσίτου πυρός, ἤ πῶς ὅλος μεταλαβεῖν ὑπολαμβάνεις τοῦ ἀϊδίου φωτός; Οὔμενουν οὐδαμῶς τοῦτό σοι γέγονε, τῷ περί τά τοιαῦτα ἀνεπαισθήτως ἔχοντι ἀλλά τό φῶς σε καταλάμπει ὄντα τυφλόν, θερμαίνει δέ σε τό πῦρ, οὐχ ἥψατο δέ, ἡ ζωή ἐπεσκίασεν, οὐχ ἡνώθη σοι δέ, τό ζῶν ὕδωρ διῆλθεν ὡς διά ῥύακος τῆς σῆς ψυχῆς, ἐπειδή ἀξίαν ἑαυτοῦ οὐχ εὗρεν ὑποδοχήν. Οὕτως οὖν λαμβάνων καί οὕτως ἁπτόμενος τῶν ἀψαύστων καί δοκῶν ἐσθίειν, μένεις μή λαμβάνων, μή ἐσθίων, μηδέν ὅλως ἔχων ἐν σεαυτῷ. Ὁ γάρ ἀπρόσιτος Λόγος, ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, οὐ περιλαμβάνεται αἰσθητῶς, ἀλλά συμπεριλαμβάνει μᾶλλον αὐτός καί ἅπτεται καί ἀσυγχύτως ἑνοῦται τοῖς ἀξίοις καί καλῶς εὐτρεπισμένοις πρός ὑποδοχήν τήν αὐτοῦ.

Ἐάν οὕτω μέν ἑορτάζῃς, οὕτω δέ καί τῶν θείων μυστηρίων μεταλαμβάνῃς, ἔσται σοι ἅπας ὁ βίος ἑορτή μία, καί οὐδέ ἑορτή, ἀλλά ἑορτῆς ἀφορμή καί Πάσχα ἕν, ἡ ἐκ τῶν ὁρωμένων πρός τά νοούμενα μετάβασις καί ἐκχώρησις, ἔνθα πᾶσα σκιά καί ἅπας τύπος καί τά νῦν σύμβολα καταπαύουσι καί καθαροί καθαρῶς τοῦ καθαρωτάτου θύματος αἰωνίως ἐπαπολαύσομεν, ἐν Πατρί Θεῷ καί ὁμοουσίῳ τῷ Πνεύματι, Χριστόν ἀεί βλέποντες καί βλεπόμενοι πρός αὐτοῦ, Χριστῷ συνόντες, Χριστῷ συμβασιλεύοντες, οὗ μεῖζον οὐδέν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις σύν τῷ Πατρί καί τῷ παναγίῳ καί ζωοποιῷ αὐτοῦ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων ἀμήν.

Προηγούμενη ||| Αρχική σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης