Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Πότε θὰ ἔρθει ἡ ἡμέρα τοῦ Κυρίου;

 

ΤΑΔΕ λέγει τό φῶς· «Ἐκ τοῦ στόματός σου κρινῶ σέ, πονηρέ δοῦλε, ὅτι ἐλθόντα με, ὡς σύ λέγεις, καί ἐνοικήσαντα ἐν σοί τόν ταῖς ἄνω ἀπρόσιτον τάξεσι, τοῦτο γινώσκων αὐτός, ἔασας μέ ὑπό τό σκότος κεῖσθαι κεχωρισμένον τῶν σῶν κακῶν, καθά δή τοῦτο λέγεις αὐτός· καί ἐπί τοσούτους χρόνους ἐγκαρτερήσαντός μου καί τήν μετάνοιάν σου ἐκδεχομένου καί τήν ἐργασίαν τῶν ἐντολῶν μου προσαναμένοντος, οὐκ ἠβουλήθης μέχρι τέλους κἄν ποσῶς ἐκζητῆσαί με, οὐδέ συμπνιγόμενον καί στεναχωρούμενον ἐν σοί ὤκτειρας, οὐδέ εὑρεῖν με τήν δραχμήν ἥν ἀπώλεσα, σέ, ἔασας δά τό μή ἐαθῆναί με ἀναφθῆναι καί θεάσασθαί σε καί ὑπό σοῦ θεαθῆναι, ἀλλ᾿ ὑπό τῶν ἐν σοί παθῶν ἀεί συγκαλύπτεσθαι. Ἄπελθε τοιγαροῦν ἀπ᾿ ἐμοῦ, ἐργάτα τῆς ἀνομίας, εἰς τό πῦρ τό αἰώνιον τό ἡτοιμασμένον τῷ διαβόλῳ καί τοῖς ἀγγέλοις αὐτοῦ, ἐπειδή τήν σήν ἐπιστροφήν καί μετάνοιαν ἐπείνασα, καί οὐκ ἔδωκάς μοι φαγεῖν· ἐδίψησα τήν σωτηρίαν σου, καί οὐκ ἔδωκάς μοι πιεῖν· γυμνός ἤμην τῶν σῶν ἐναρέτων πράξεων, καί οὐκ ἐνέδυσάς με αὐτάς· ἐν φυλακῇ στενωτάτῃ καί ῥυπώσῃ καί σκοτεινῇ τῆς σῆς καρδίας ὑπῆρχον, καί ἐπισκέψασθαι ἤ εἰς φῶς ἐξαγαγεῖν με οὐκ ἠβουλήθης· ἐν ἀσθενείᾳ τῆς σῆς ῥᾳθυμίας καί ἀπραξίας κατακείμενόν με ἐγίνωσκες, καί οὐ διηκόνησάς μοι διά τῶν ἀγαθῶν σου ἔργων καί πράξεων. Λοιπόν ἄπελθε ἀπ᾿ ἐμοῦ».

Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης