Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Πότε θὰ ἔρθει ἡ ἡμέρα τοῦ Κυρίου;

 

Σελ 2

Ταῦτα τοιγαροῦν ἐρεῖ, καί νῦν ὁ Κύριος λέγει, πρός τούς λέγοντας ἐν ἑαυτοῖς μέν ἔχειν τό Πνεῦμα τό Ἁγιον, ὑπό δέ τοῦ σκότους τῶν παθῶν αὐτῶν καλυπτόμενόν τε καί σκεπαζόμενον καί μηδέ ὁρώμενον τοῖς νοεροῖς τῆς ψυχῆς αὐτῶν ὀφθαλμοῖς. Πρός δέ γε τούς λέγοντας μέν γινώσκειν αὐτόν, ὁμολογοῦντας δέ μή βλέπειν τό τῆς θεότητος αὐτοῦ φῶς, ταῦτά φησιν· «Εἰ ἐγνώκειτέ με, ὡς φῶς με ἐγνώκειτε ἄν· φῶς γάρ ὄντως ἐγώ τοῦ κόσμου εἰμί». Ἀλλ᾿ οὐαί οἱ λέγοντες· «Πότε ἡ ἡμέρα Κυρίου ἐλεύσεται;», καί ταύτην καταλαβεῖν μή σπουδάζοντες. Ἡ γάρ παρουσία τοῦ Κυρίου εἰς τούς πιστούς γέγονε καί ἀεί γίνεται καί εἰς πάντας τούς βουλομένους ἐφέστηκεν. Εἰ γάρ ἐκεῖνος τό φῶς τοῦ κόσμου ἐστί καί τοῖς αὐτοῦ ἀποστόλοις εἶπε μεθ᾿ ἡμῶν ἕως τῆς συντελείας συνέσεσθαι, πῶς, μεθ᾿ ἡμῶν ὤν, ἐλεύσεται; Οὐδαμῶς. Οὐ γάρ ἐσμέν υἱοί σκότους καί υἱοί νυκτός, ἵνα τό φῶς ἡμᾶς καταλάβῃ, ἀλλ᾿ υἱοί φωτός καί υἱοί τῆς τοῦ Κυρίου ἡμέρας ὅθεν καί ζῶντες ἐν τῷ Κυρίῳ ἐσμέν καί ἀποθνῄσκοντες ἐν αὐτῷ καί σύν αὐτῷ ζήσομεν, καθώς ὁ Παῦλός φησι. Περί τούτου γάρ καί ὁ θεολόγος οὕτως λέγει Γρηγόριος· «Ὅπερ ἐστί τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς Θεός». Οὗτος γάρ ἔσται καί ὁ μέλλων αἰών καί ἡ ἀνέσπερος ἡμέρα καί βασιλεία οὐρανῶν, νυμφών καί παστάς καί γῆ πραέων καί θεῖος παράδεισος καί βασιλεύς καί διάκονος, καθώς αὐτός οὕτως εἴρηκε· «Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὕς ἐλθών ὁ κύριος αὐτῶν εὑρήσει γρηγοροῦντας· ἀμήν γάρ λέγω ὑμῖν ὅτι ἀνακλινεῖ αὐτούς καί περιζωσάμενος διακονήσει αὐτοῖς».

Αρχική ||| Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης