Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Πότε θὰ ἔρθει ἡ ἡμέρα τοῦ Κυρίου;

 

Σελ 7

Μακάριος ὁ μοναχός ἐκεῖνος ὁ ἐν εὐχῇ τῷ Θεῷ παριστάμενος καί βλέπων αὐτόν καί βλεπόμενος παρ᾿ αὐτοῦ καί ἔξω τοῦ κόσμου γεγονότα ἑαυτόν αἰσθανόμενος, ὄντα δέ ἐν τῷ Θεῷ μόνῳ, καί μή δυνάμενος γνῶναι εἴτε ἐν σώματι εἴτε ἐκτός τυγχάνει σώματος, ὅτι αὐτός ἀκούσει ἄρρητα ῥήματα ἅ οὐκ ἐξόν ἄνθρώπῳ λαλῆσαι, καί ἴδῃ ἅ ὀφθαλμός οὐκ εἶδεν, οὐδέ οὖς ἤκουσεν, οὐδέ ἐπί καρδίαν ἀνθρώπου σαρκίνην ἀνέβη.

Μακάριος ὁ τό φῶς τοῦ κόσμου ἐν ἑαυτῷ μορφωθέν θεασάμενος, ὅτι αὐτός ὡς ἔμβρυον ἔχων τόν Χριστόν, μήτηρ αὐτοῦ λογισθήσεται, καθώς αὐτός ἐκεῖνος ὁ ἀψευδής ἐπηγγείλατο· «Μήτηρ μου» λέγων «καί ἀδελφοί καί φίλοι οὗτοί εἰσι». Ποῖοι; «Οἱ ἀκούοντες τόν λόγον τοῦ Θεοῦ καί ποιοῦντες αὐτόν». Ὥστε οἱ μή τηροῦντες τάς ἐντολάς, ἑαυτούς τῆς τοιαύτης χάριτος ἑκουσίως ἀποστεροῦσιν, ἐπεί δυνατόν τό πρᾶγμα καί ἦν καί ἔστι καί ἔσεται καί ἐγένετο καί γίνεται και εἰς πάντας τούς τά προστάγματα αὐτοῦ ἐκπληροῦντας γενήσεται.

Ἵνα δέ μή καταλιπόντες τοῦτο ἀμάρτυρον, ἀφ᾿ ἑαυτῶν τι λέγειν καί τά ὄντα ἀδύνατα ὡς δυνατά δογματίζειν ὑποπτευθῶμεν, αὐτόν καί αὖθις τόν μακάριον Παῦλον, τό τοῦ Χριστοῦ στόμα, εἰς μέσον ὑμῖν παραγάγωμεν, τοῦτο παριστῶντα τρανῶς ἐν τῷ λέγειν· «Τεκνία, οὕς πάλιν ὠδίνω ἄχρις οὗ Χριστός μορφωθῇ ἐν ὑμῖν». Ἄρα ποῦ λέγων αὐτόν ἤ ἐν ποίῳ τόπῳ καί μέρει τοῦ σώματος ἡμῶν μορφωθήσεσθαι, ἐν τῷ μετώπῳ, ἀλλά ἐν τῷ προσώπῳ ἤ τῷ στήθει τοῦτον λογίζεσθε; Οὔμενουν, ἀλλά ἔνδον, ἐν τῇ καρδίᾳ ἡμῶν. Μή δέ καί σωματικῶς μορφοῦσθαι αὐτόν ὑπελάβετε; Ἄπαγε, ἀλλά μορφοῦται μέν, ἀσωμάτως δέ καί ὡς Θεῷ πρέπον ἐστί. Πλήν ὥσπερ γινώσκει ἡ γυνή σαφῶς, ὅταν ἔγγυός ἐστιν, ὅτι σκιρτᾷ τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καί οὐκ ἄν ποτε ἀγνοήσῃ ὅτι αὐτό ἔνδον ἔχει ἐν ἑαυτῇ, οὕτω καί ὁ τόν Χριστόν ἔχων μεμορφωμένον ἐν ἑαυτῷ καί τάς κινήσεις ἤτοι ἐλάμψεις αὐτοῦ γινώσκει καί τά σκιρτήματα ἤτοι τάς ἀστραπάς αὐτοῦ ὅλως οὐκ ἀγνοεῖ καί τήν μόρφωσιν αὐτοῦ ἐν ἑαυτῷ καθορᾷ· οἷον τό φῶς τῆς λαμπάδος ἔνδοθεν ἐν τῷ κατόπτρῳ δείκνυται, οὐκ ἐν φαντάσματι ἀνυποστάτῳ καθάπερ ἐκεῖνό ἐστιν, ἀλλ᾿ ἐν φωτί ἐνυποστάτως καί οὐσιωδῶς δεικνύμενον, ἐν μορφῇ ἀμόρφῳ καί ἐν ἀνιδέῳ ἰδέᾳ ἀοράτως ὁρώμενον και ἀκατανοήτως κατανοούμενον.

Προηγούμενη ||| Αρχική σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης