Σελ 5
Σύ γάρ τῶν πάντων εἶ οὐδέν, ἀνώτερος δέ πάντων·
τῶν ὄντων γάρ εἶ αἴτιος ὡς τῶν πάντων κτίστης
καί διά τοῦτο πάντων εἶ ἀποκεχωρισμένος,
ἄνωθέν που νοούμενος ὑπέρ τά ὄντα πάντα,
ἀόρατος, ἀπρόσιτος, ἄληπτος ἀναφής τε,
ἀκατανόητός τε ὤν ἀναλλοίωτος μένεις,
ἁπλοῦς τυγχάνων ὅλος δέ σύ εἶ πεποικιλμένος,
καί ὅλως νοῦς ἀδυνατεῖ δόξης τήν ποικιλίαν
καί ὡραιότητα τοῦ σοῦ κάλλους κατανοῆσαι.
Ὁ οὖν τῶν πάντων ὤν οὐδέν ὡς ὑπεράνω πάντων,
ὁ ἔξω πάντων ὠς Θεός τῶν πάντων σύ ὑπάρχων
ἀόρατος, ἀπρόσιτος, ἄληπτος ἀναφής τε,
αὐτός ἐγένου καί βροτός, εἰσῆλθες ἐν τῷ κόσμῳ
καί πᾶσιν ὤφθης προσιτός τῇ τῆς σαρκός προσλήψει.
Ἐγνώσθης δέ καί τοῖς πιστοῖς θεότητος τῇ δόξῃ
καί γέγονας αὐτοῖς ληπτός, ὁ ἄληπτος εἰς ἅπαν,
καί ὁρατός ὅλος αὐτός, ὁ ἀόρατος πᾶσιν·
καί εἴδοσαν τήν δόξαν σου, θεότητος τῆς θείας,
μόνοι πιστοί καί βλέπουσιν, οἱ ἄπιστοι δέ πάντες
ἰδόντες σε διέμειναν τυφλοί, τό φῶς τοῦ κόσμου.
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά