Σελ 6
Οἱ οὖν πιστοί καί τότε σέ καί νῦν ἀεί ὁρῶσι
καί ἔχουσι μεθ᾿ ἑαυτῶν τόν κτίστην σε τῶν ὅλων
συνόντα συνοικοῦντά τε ἐν σκότει τῷ τοῦ βίου,
ὡς ἥλιόν σε ἄδυτον, ὡς ἄσβεστον λαμπάδα,
μή καταλαμβανόμενος ὅλως ὑπό τοῦ σκότους,
ἀλλά καταφωτίζοντα ἀεί τούς σέ ὁρῶντας.
Ἐπεί δέ σύ, ὡς εἴρηται, ἔξω πάντων ὑπάρχεις
καί, οὕς φωτίζεις, ἔξωθεν ποιεῖς τῶν ὁρωμένων
καί ὥσπερ σύ αὐτόθι ὤν ἄνω σύν τῷ Πατρί σου
ἀδιαστάτως μεθ᾿ ἡμῶν ὅλος αὐτός τυγχάνεις
καί ἐν τῷ κόσμῳ πάλιν ὤν ἀχώρητος εἶ κόσμῳ
- ἐν τῷ παντί γάρ ὤν αὐτός ὑπέρ τό πᾶν τυγχάνεις-,
οὕτως ἡμᾶς τούς δούλους σου τῶν αἰσθητῶν ἐν μέσῳ,
τῶν ὁρωμένων τε ἐντός ὑπάρχοντας ἐξάγεις
καί ἄνω ὅλως μετά σοῦ λαμπομένους φωτί σου
συναναφέρεις καί ποιεῖς ἐκ θνητῶν ἀθανάτους·
καί μένοντες, ὅπερ ἐσμέν, υἱοί τῇ χάριτί σου
ὅμοιοί σοι γινόμεθα, θεοί Θεόν ὁρῶντες.
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά