Σελ 3
Τοιοῦτος καί ὁ περί ψυχῆς ἡμῖν λόγος. Θεῷ γάρ τῷ φύσει ἀσωμάτῳ καί ἀγγέλοις συγκρινομένη, σωματή πως οἱονεί ἐστι καί περιγραπτή, ἀλλά μόνῳ τῷ δεσμεῖν δυναμένῳ ταύτην καί ἐξουσίαν ἔχοντι σύν τῷ σώματι εἰς γέενναν ἐμβαλεῖν πυρός, αἰσθήσει δέ καί ὄψει βροτείᾳ πάντῃ ἀσώματός τε καί ἀκατάληπτος, μή δυναμένη περιγραφῆναι τόποις ἤ χωρίοις αἰσθητοῖς τό καθόλου. Καί θαυμάσῃ μηδείς ταῦτα ἀκούων, ἐννοούμενος ὅπως καί τῶν θυρῶν κεκλεισμένων ἀοράτως εἰσέρχεσθαι καί ἐξέρχεσθαι γίνεται τούς ἀσωμάτους ἀγγέλους, τῷ αὐτῷ δέ τρόπῳ καί τάς ψυχάς λαμβάνειν αὐτούς τῶν ἀνθρώπων, ἀλλ᾿ ἀκουέτω τοῦ Κυρίου λέγοντος· “Ἐν τῇ ἀναστάσει, φησί, τῶν δικαίων, οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ᾿ εἰσίν ὡς ἄγγελοι Θεοῦ”, καί Παύλου· “Σπείρεται” λέγοντος “σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν”, κἀκεῖθεν ἀκριβῶς μανθανέτω, ὅτι τά σώματα ἡμῶν πνευματικά καί οἷον εἰπεῖν τῶν ἀγγέλων παρόμοια μέλλουσι γενέσθαι, ἀνισταμένων ἀπό νεκρῶν. Εἰ γάρ ψυχικά σπείρονται καί πνευματικά ταῦτα ἐγείρονται, ὡς τό λόγιον, καί εἶναι ἐν τῷ αἰῶνι τῷ μέλλοντι ὀφείλομεν ὡς Θεοῦ ἄγγελοι, καθά καί ὁ Κύριος εἴρηκε, δηλονότι ὅμοιοι αὐτοῖς, εἰ καί μή τῇ φύσει, ἀλλά τῇ ἀξίᾳ ἐσόμεθα. Σωματούς δέ αὐτούς ὡς πρός Θεόν φημι, ὡς δέ πρός ἡμᾶς ἀΰλους καί ἀοράτους· εἰ δέ τοῦτο, πολλῷ μᾶλλον αἱ ψυχαί κατά τόν ἀποδοθέντα ὅρον καί νόμον τῆς εἰρημένης συγκρίσεως.
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά