Σελ 4
Τοιούτων τοίνυν γινομένων ἡμῶν ἐν τῇ ἀναστάσει, ὡς ὁ λόγος ἀπέδειξε, ποία τοῦ λοιποῦ χρεία τοῖς οὕτω πνευματικοῖς γενομένοις καί ὑπέρ πᾶσαν αἴσθησιν τήν ἐνταῦθα, τοῖς ὡς ἀγγέλοις οὖσι Θεοῦ, εἰ καί μή κατά τήν ἀξίαν αὐτῶν, αἰσθητῆς ὅλως γαίας καί κατοικίας. Ἀξία δέ ἀγγέλων Θεοῦ καί στάσις καί ἔφεσις τό ἐλλάμπεσθαι ἀπό τοῦ πρώτου καί θείου φωτός ὡς φῶτα δεύτερα, τό βλέπειν τήν δόξαν καί λαμπρότητα αὐτοῦ τοῦ ἀπροσίτου καί ἀπείρου φωτός καί ἀπολαύειν τῆς ἀφράστου καί τρισυποστάτου θεότητος. Ἡ γάρ ἅπασα κτίσις, ὡς εἴρηταί μοι πολλάκις, ἀνακαινισθεῖσα, σύν αὐτῷ παραδείσῳ ὅλη γενομένη πνευματική, εἰς ἄϋλον καί ἄφθαρτον, ἄτρεπτόν τε καί ἀΐδιον καί νοερόν μετασκευασθήσεται οἰκητήριον. Καί οὐρανός μέν ἀσυγκρίτως λαμπρότερος ἔσται, οἷα δή καινός ἄλλος καί τοῦ ὁρωμένου φωτοειδέστερος. Γῆ δέ ἄφραστον καί καινόν ἀναλήψεται κάλλος καί χλόης εἶδος ἀμάραντον, ἄνθεσι δηλαδή φωτοειδέσι καί ποικιλίᾳ πνευματικῇ ὡραϊζομένη, ἐν οἷς δικαιοσύνη, κατά τό ὅσιον λόγιον, κατοικεῖ. Λάμψει δέ ἑπταπλασίως ὁ ἥλιος τῆς δικαιοσύνης, ἡ δέ σελήνη τοῦ νυνί λάμποντος ἡλίου διπλότερον ἐξαστράψει· τά δέ γε ἄστρα ἔσονται τῷ ἡλίῳ τούτῳ παρόμοια, εἴ τινα ταῦτά ἐστι καί οἷστισιν ἀναθεωροῦνται τοῖς λόγοις τοῖς ὑψηλοῖς τήν διάνοιαν. Πάντα δέ ὑπέρ λόγον, ὡς πᾶσαν διάνοιαν ὑπερβαίνοντα, πλήν ὅμως πνευματικά ὄντα καί θεῖα, ἑνοῦνται τοῖς νοητοῖς καί γίνονται παράδεισος νοερός ἄλλος καί Ἱερουσαλήμ ἐπουράνιος, ἐξομοιωθεῖσα τοῖς ἐπουρανίοις καί ἐνωθεῖσα, καί κλῆρος ἄσυλος τῶν υἱῶν τοῦ Θεοῦ, ἧς κληρονόμος οὐδείς οὐδαμῶς τῶν ἐπί γῆς ἐχρημάτισεν, ἀλλ᾿ οὐδέ κατῴκησεν ἐν ταύτῃ, οὐδέ βήματος ποδός κύριος γέγονε· πάντες γάρ πάροικοι ἐγενόμεθα καί ἐσμέν καί ἐσόμεθα ἐν αὐτῇ, καθώς πᾶσα θεία ὑπαγορεύει Γραφή. ...
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά