Σελ 5
Τοῦτο τοιγαροῦν πληρωθῆναι δεῖ πρῶτον καί τηνικαῦτα ἐλεύσεται μετά δόξης πολλῆς καί δυνάμεως ὁ περιπόθητος ἡμῶν καί γλυκύτατος βασιλεύς Ἰησοῦς ὀ Χριστός καί Θεός κρῖναι κόσμον καί ἀποδοῦναι ἑκάστῳ κατά τά ἔργα αὐτοῦ. Εἶθ᾿ οὕτως, καθάπερ ἐν οἴκῳ μεγάλῳ ἤ βασιλείοις πολλάς ἔχουσι τάς ἀναπαύσεις καί τάς κατασκηνώσεις καί τήν διαφοράν πολλήν αὖθις ἐν ἀμφοτέραις ὁμοῦ καί θειοτάταις μοναῖς, οὕτως ἐν αὐτῇ τῇ καινῇ κτίσει τάς διαιρέσεις ποιήσει, ἀπονέμων ἑκάστῳ τήν κληρουχίαν κατά τήν αὐτοῦ ἀξίαν καί τήν ἐκ τῶν ἀρετῶν καί ἔργων προσοῦσαν αὐτῷ λαμπρότητά τε καί περιφάνειαν. Πνευματικῶν δέ ὄντων αὐτῶν καί διαφανῶν καί συνημμένων ἐκείναις ταῖς θείαις μοναῖς τε καί ἀνακλίσεσιν, ὡς μία τις ὅλη καθόλου ἐστίν, ὥσπερ οὖν καί ἔστιν, ἑστία ἡ βασιλεία τῶν οὐρανῶν καί τοῦτο τοῖς πᾶσι φανήσεται δικαίοις, μόνον τόν βασιλέα ἔχουσα τοῦ παντός πανταχοῦ ὁρώμενον αὐτοῖς, συμπαρόντα ἑκάστῳ καί συνόντα ἕκαστον αὐτῷ καί ἐν ἑκάστῳ ἐκλάμποντα καί ἕκαστον λάμποντα ἐν αὐτῷ. Ἀλλ᾿ οὐαί τοῖς ἔξωθεν τότε τοῦ οἴκου ἐκείνου εὑρισκομένοις.
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά