ΕΛΘΕ τό φῶς τό ἀληθινόν, ἐλθέ ἡ αἰώνιος ζωή, ἐλθέ τό ἀποκεκρυμμένον μυστήριον, ἐλθέ ὁ ἀκατονόμαστος θησαυρός, ἐλθέ τό ἀνεκφώνητον πρᾶγμα, ἐλθέ τό ἀκατανόητον πρόσωπον, ἐλθέ ἡ ἀΐδιος ἀγαλλίασις, ἐλθέ τό ἀνέσπερον φῶς, ἐλθέ πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθινή προσδοκία, ἐλθέ τῶν κειμένων ἡ ἔγερσις, ἐλθέ τῶν νεκρῶν ἡ ἀνάστασις, ἐλθέ ὁ δυνατός, ὁ πάντα ἀεί ποιῶν καί μεταποιῶν καί ἀλλοιῶν μόνῳ τῷ βούλεσθαι! Ἐλθέ ὁ ἀόρατος καί ἀναφής πάντῃ ἀψηλάφητος, ἐλθέ ὁ ἀεί μένων ἀμετακίνητος καί καθ᾿ ὥραν ὅλος μετακινούμενος καί ἐρχόμενος πρός ἡμᾶς τούς ἐν τῷ ᾅδη κειμένους, ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν, ἐλθέ τό περιπόθητον ὄνομα καί θρυλούμενον, λαληθῆναι δέ παρ᾿ ἡμῶν, ὅπερ εἷς, ἤ γνωσθῆναι, ὁποῖος ἤ ποταπός, ὅλως ἡμῖν ἀνεπίδεκτον. Ἐλθέ ἡ αἰώνιος χαρά, ἐλθέ τό στέφος τό ἀμαράντινον, ἐλθέ ἡ πορφύρα τοῦ μεγάλου Θεοῦ καί βασιλέως ἡμῶν, ἐλθέ ἡ ζώνη ἡ κρυσταλλοειδής καί διάλιθος, ἐλθέ τό ὑπόδημα τό ἀπρόσιτον, ἐλθέ ἡ βασίλειος ἁλουργίς καί αὐτοκρατορική ὄντως δεξιά! Ἐλθέ, ὅν ἐπόθησε καί ποθεῖ ἡ ταλαίπωρός μου ψυχή, ἐλθέ ὁ μόνος πρός μόνον, ὅτι μόνος εἰμί, καθάπερ ὁρᾷς! Ἐλθέ ὁ χωρίσας ἐκ πάντων καί ποιήσας με μόνον ἐπί τῆς γῆς, ἐλθέ ὁ γενόμενος πόθος αὐτός ἐν ἐμοί καί ποθεῖν σε ποιήσας με, τόν ἀπρόσιτον παντελῶς! Ἐλθέ ἡ πνοή μου καί ἡ ζωή, ἐλθέ ἡ παραμυθία τῆς ταπεινῆς μου ψυχῆς, ἐλθέ ἡ χαρά καί ἡ δόξα καί ἡ διηνεκής μου τρυφή!
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά