Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Προσευχή

 

Σελ 2

Εὐχαριστῶ σοι, ὅτι ἕν πνεῦμα ἐγένου μετ᾿ ἐμοῦ· ἀσυγχύτως, ἀτρέπτως, ἀναλλοιώτως ὁ ἐπί πάντων Θεός, καί αὐτός μοι τά πάντα ἐν πᾶσι γεγένησαι, τροφή ἀνεκλάλητος καί εἰς ἅπαν ἀδάπανος, ἀενάως ὑπερεκχεομένη τοῖς τῆς ἐμῆς ψυχῆς χείλεσι καί ὑπερεκβλύζουσα ἐν τῇ πηγῇ τῆς καρδίας μου, ἔνδυμα ἀπαστράπτον καί καταφλέγον τούς δαίμονας, κάθαρσις διά ἀφθάρτων καί ἁγίων δακρύων ἐκπλύνουσά με, ὧν ἡ σή παρουσία, πρός οὕς παραγίνῃ, χαρίζεται. Εὐχαριστῶ σοι, τό φῶς ἀνέσπερόν μοι γεγένησαι καί ἥλιος ἄδυτος, ποῦ κρυβῆναι μή ἔχων ὁ πληρῶν τῆς σῆς δόξης τά σύμπαντα. Οὐδέποτε γάρ ἀπεκρύβης ἀπό τινος, ἀλλ᾿ ἡμεῖς ἀεί κρυπτόμεθα ἀπό σοῦ, ἐλθεῖν πρός σέ μή βουλόμενοι. Ποῦ γάρ καί κρυβήσῃ ὁ μηδαμοῦ ἔχων τόπον τῆς σῆς καταπαύσεως; Ἤ διά τί, ὁ μήποτε ἀποστρεφόμενος τῶν πάντων τινά, μήτε τινά αὐτῶν ἐντρεπόμενος; Νῦν οὖν ἐνσκήνωσον, Δέσποτα, ἐν ἐμοί καί κατοίκησον καί μεῖνον ἀδιαστάτως, ἀχωρίστως μέχρι τέλους ἐν ἐμοί τῷ δούλῳ σου, ἀγαθέ, ἵνα κἀγώ εὑρεθῶ ἐν τῇ ἐξόδῳ μου καί μετά τήν ἔξοδον ἐν σοί, ἀγαθέ, καί συμβασιλεύσω σοι, τῷ ἐπί πάντων Θεῷ! Μεῖνον, Δέσποτα, καί μή ἐάσῃς με μόνον, ἵνα ἐρχόμενοι οἱ ἐχθροί μου, οἱ ζητοῦντες ἀεί τοῦ καταπιεῖν τήν ψυχήν μου καί εὑρίσκοντές σε μένοντα ἐν ἐμοί, φεύξωνται παντελῶς καί μή ἰσχύσωσι κατ᾿ ἐμοῦ, βλέποντές σε, τόν ἰσχυρότερον πάντων, ἔνδοθεν καθήμενον ἐν τῇ οἰκίᾳ τῆς ταπεινῆς μου ψυχῆς. Ναί, Δέσποτα, ὡς ἐμνήσθης μου, ὅτε ἐν τῷ κόσμῳ ἐτύγχανον καί ἀγνοοῦντός μου αὐτός ἐξελέξω με καί ἀπό τοῦ κόσμου ἐχώρισας καί πρό προσώπου τῆς δόξης σου ἔστησας, οὕτω καί νῦν ἔνδον ἱστάμενόν με εἰς ἀεί καί ἀμετακίνητον ἐν τῇ ἐμοί οἰκήσει σου διαφύλαξον, ἵνα βλέπων σε διηνεκῶς ὁ νεκρός ἐγώ ζῶ, καί ἔχων σε ὁ πένης ἀεί πλουτῶ, καί βασιλέων πάντων ἔσομαι πλουσιώτερος, καί ἐσθίων καί πίνων σε καθ᾿ ὥραν ἐπενδυόμενος ἐν ἀνεκλαλήτοις ὦ καί ἔσομαι ἐντρυφῶν ἀγαθοῖς, ὅτι σύ ὑπάρχεις πᾶν ἀγαθόν καί πᾶσα δόξα καί πᾶσα τρυφή καί σοί πρέπει ἡ δόξα, τῇ Ἁγίᾳ καί Ὁμοουσίῳ καί Ζωοποιῷ Τριάδι, τῇ ἐν Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι σεβομένῃ τε καί γνωριζομένῃ καί προσκυνουμένῃ καί λατρευομένῃ ὑπό πάντων νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Αρχική σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης