Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 11


Προσευχή




ΑΦΕΙΣΘΑΙ τούς ἀρχομένους ἡσυχάζειν μακρᾶς ἀναγνώσεως καί προσανέχειν τῇ μονολογίστῳ προσευχῇ, μέχρις ἄν ἕξιν τινά σχοῖεν τοῦ ταύτης ἀδιαλείπτως ἔχεσθαι κατά διάνοιαν, κἄν ἄλλο τι τό σῶμα πράττῃ, ὅ τε ἅγιος Διάδοχος καί Φιλήμων ὁ μέγας καί ὁ πολύς τά θεῖα Νεῖλος καί ὁ τῆς Κλίμακος Ἰωάννης καί πολλοί τῶν ζώντων εἰσηγοῦνται πατέρων... Καί τῶν πονηρῶν πνευμάτων καί παθημάτων εἶναι τήν προσευχήν ἐλάτειραν τούς ἁγίους πάντας σχεδόν ἔργῳ τε καί λόγῳ δείξαντας γινώσκομεν, καί πᾶς τις εὖ φρονῶν οὕτω καί δοξάζει καί διδάσκει... Σκιρτᾶν δέ τήν καρδίαν οἱονεί πηδῶσαν τῷ ἐνθουσιασμῷ τῆς ἀγάπης τοῦ ἀγαθοῦ καί ὁ μέγας εἴρηκε Βασίλειος, καί ὁ μέγας Ἀθανάσιος σημεῖον τοῦτο τίθεται τῆς χάριτος· ἐξέρχεσθαί τε ἀπό τῆς εὐχῆς οἱονεί πεπυρωμένον, ὅταν ἀνεπιθολότῳ νῷ τήν πρός τόν Θεόν ἔντευξιν ποιήσεταί τις, ἥ τε πεῖρα καί ὁ τῆς Κλίμακος σαφῶς διδάσκει, τούτου τε χωρίς καί τῆς κατά τήν εὐχήν ἐπιδημίας τοῦ φωτός καί τῆς ἐξ αὐτῆς ἐγγινομένης τῇ ψυχῇ πρᾳότητος, σωματικήν ἤ καί ἰουδαϊκήν τήν προσευχήν ἡγεῖται· ἡδονῆς τε ἔμφασιν ἐγγίνεσθαι τῷ τῶν εὐχομένων στόματι οὐκ ἀπό τῆς προσευχῆς μόνον, ἀλλά καί τῆς ἐν συνέσει ψαλμῳδίας, πολλοί τε ἄλλοι καί ὁ ἅγιος Ἰσαάκ δείκνυσι σαφῶς... Τί γάρ καί ὁ ἅγιος Διάδοχος λέγει; «Οὐ δεῖ ἀμφιβάλλειν ὡς, ὅταν ὁ νοῦς ἄρξηται πυκνῶς ὑπό τοῦ θείου φωτός ἐνεργεῖσθαι, διαφανής τις ὅλος γίνεται, ὥστε τό ἑαυτοῦ φῶς αὐτόν πλουσίως ὁρᾶν· τοῦτο γάρ ὅλως γίνεται, ὅταν ἡ δύναμις τῆς ψυχῆς κατακυριεύσῃ τῶν παθῶν». Τί δ’ αὖθις ὁ θεῖος Μάξιμος; «Οὐκ ἄν τοσοῦτον ἴσχυσεν ἀναδραμεῖν ἀνθρώπινος νοῦς ὡς ἀντιλαβέσθαι θείας ἐλλάμψεως, εἰ μή αὐτός ὁ Θεός ἀνέσπασεν αὐτόν καί ταῖς θείαις αὐγαῖς κατεφώτισε». Τί δ’ αὖθις σύν τῷ μεγάλῳ Βασιλείῳ Νεῖλος ὁ περιβόητος τῆς ἀληθείας φησίν ὁ στῦλος; «Ὁ καππαδόκης Βασίλειος, φησί, τήν μέν ἀνθρωπίνην γνῶσιν μελέτη καί γυμνασία κρατύνει, τήν δέ ἐκ Θεοῦ χάριτος ἐγγινομένην, δικαιοσύνη καί ἔλεος· καί τήν μέν προτέραν δυνατόν καί τούς ἐμπαθεῖς ὑποδέξασθαι, τῆς δέ δευτέρας οἱ ἀπαθεῖς μόνοι εἰσί δεκτικοί, οἵ καί παρά τόν καιρόν τῆς προσευχῆς τό οἰκεῖον φέγγος τοῦ νοῦ περιλάμπον αὐτούς θεωροῦσι». Συνῆκας, ἀδελφέ, σαφῶς ὅτι νοῦς παθῶν ἀπαλλαγείς ὡς φῶς αὐτός ἑαυτόν κατά τήν προσευχήν ὁρᾷ καί θείῳ περιλάμπεται φωτί; Νῦν οὖν πειθήνιον ὑπέχων οὗς αὖθις ἄκουε καί τοῦ φερωνύμως Μακαρίου, ὅν σκεῦος ἐκλογῆς ὁ πολύς τά θεῖα Νεῖλος προσηγόρευσεν, ὅς φησιν ἐν τοῖς ὑπό τοῦ Μεταφραστοῦ μεταφρασθεῖσι Κεφαλαίοις· «ἡ τελεία τοῦ πνεύματος ἔλλαμψις οὐχ οἷον νοημάτων μόνον ἀποκάλυψίς ἐστιν, ἀλλ’ ὑποστατικοῦ φωτός ἐν ταῖς ψυχαῖς βεβαία καί διηνεκής ἔλλαμψις· τό γάρ, “ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι, ὅς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν”, καί τό, “ φώτισον τούς ὀφθαλμούς μου μήποτε ὑπνώσω εἰς θάνατον”, καί τό, “ἐξαπόστειλον τό φῶς σου καί τήν ἀλήθειάν σου, αὐτά με ὁδηγήσουσιν εἰς ὄρος ἅγιόν σου”, καί τό ἐσημειώθη ἐφ’ ἡμᾶς τό φῶς τοῦ προσώπου σου”, καί πάνθ’ ὅσα τούτοις παραπλήσια, τό αὐτό παρίστησιν». Ὑποστατικόν δέ εἶπεν, ἵν’ ἐμφράξῃ τά στόματα τῶν τήν γνῶσιν μόνον οἰομένων φωτισμόν καί περιτρεπόντων τήν τῶν πολλῶν διάνοιαν, καί πρό τῶν ἄλλων τήν οἰκείαν, τῷ μεταλαμβάνειν εἰς τήν γνῶσιν παρεξηγουμένους πᾶν ὅ,τιπερ ἄν εἴποι τις περί ἐκείνου τοῦ φωτός. Ἐγώ δέ καί τήν γνῶσιν παρωνύμως ἀπ’ ἐκείνου λεγομένην οἶδα φῶς, ὡς ὑπ’ αὐτοῦ χορηγουμένην, ὅ καί ἀνωτέρω εἶπον.



Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης