Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 12


Ὑπεράνω τῆς προσευχῆς




Η ΔΕ ΚΑΘΑΡΟΤΗΣ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς, πάντων διά τῆς ἀπαθείας ἐνεργῶς χωρίσασα τόν νοῦν, ἑνοῖ διά τῆς προσευχῆς τῇ τοῦ Πνεύματος χάριτι, δι’ ἧς ἐν ἀπολαύσει γίνεται τῶν θείων μαρμαρυγῶν, ἐξ ὧν ἀγγελοειδής τε καί θεοειδής καθίσταται. Διό οἱ μετά τόν μέγαν Διονύσιον πατέρες αἴσθησιν πνευματικήν προσηγόρευσαν αὐτήν, ὅ καί αὐτό κατάλληλόν ἐστι καί ἐμφανικώτερόν πως τῆς μυστικῆς ἐκείνης καί ἀπορρήτου θεωρίας. Τότε γάρ ὡς ἀληθῶς ὁ ἄνθρωπος πνεύματι, ἀλλ’ οὐχί νῷ, οὐδέ σώματι ὁρᾶ. Καί ὅτι μέν ὁρᾷ φῶς ὑπέρ φῶς ὑπερφυῶς οἶδεν ἀκριβῶς· τίνι δέ τοῦθ’ ὁρᾷ, οὐκ οἶδε τότε, ἀλλ’ οὐδ’ ἐξετάζειν δύναται τήν τούτου φύσιν, διά τό ἀνεξιχνίαστον τοῦ πνεύματος δι’ οὗ ὁρᾷ. Καί τοῦτό ἐστιν ὅ καί Παῦλος εἶπεν, ἡνίκα ἤκουε τά ἄρρητα καί ἑώρα τά ἀόρατα· «ἑώρων» γάρ, φησίν, «εἴτε ἐκτός τοῦ σώματος οὐκ οἶδα, εἴτε ἐντός τοῦ σώματος οὐκ οἶδα»· τουτέστιν οὐκ ἤδειν εἴτε νοῦς ἦν, εἴτε σῶμα τό ὁρῶν. Ὁρᾷ γάρ, οὐκ αἰσθήσει μέν, ὡς ἡ αἴσθησις δέ, τά αἰσθητά τρανῶς καί τρανότερον ἤ αὕτη. Ὁρᾷ δ’ ἑαυτόν ὑπό τῆς τοῦ ὁρωμένου γλυκυθυμίας ἀπορρήτου ἐκστάντα τε καί ἁρπαγέντα οὐ μόνον παντός πράγματός τε καί νοήματος πραγμάτων, ἀλλά καί ἑαυτοῦ. Καί αὐτῆς ὑπό τῆς ἐκστάσεως ἐπιλανθάνεται τῆς πρός Θεόν δεήσεως· καί τοῦτό ἐστιν ὅ εἶπεν ὁ ἅγιος Ἰσαάκ, συνεπιμαρτυροῦντα τόν μέγα καί θεῖον ἔχων Γρηγόριον, ὅτι «προσευχή ἐστι καθαρότης νοός, ἥτις μόνη ἐκ τοῦ φωτός τῆς ἁγίας Τριάδος μετ’ ἐκπλήξεως τέμνεται· καί πάλιν, «καθαρότης ἐστί νοός ἐφ’ ᾗ διαυγάζει ἐν τῷ καιρῷ τῆς προσευχῆς τό φῶς τῆς ἁγίας Τριάδος, καί τότε ὁ νοῦς ὑπεράνω τῆς προσευχῆς γίνεται, καί οὐ δεῖ καλεῖν ταύτην προσευχήν, ἀλλά τοκετόν τῆς καθαρᾶς προσευχῆς, τῆς διά τοῦ Πνεύματος καταπεμπομένης· οὐδέ προσευχῇ τότε προσεύχεται ὁ νοῦς, ἀλλ’ ἐν ἐκστάσει γίνεται ἐν τοῖς ἀκαταλήπτοις πράγμασι· καί αὕτη ἐστίν ἡ ἄγνοια ἡ ὑπερτέρα τῆς γνώσεως». Τό γοῦν ἁρπάσαν ἐκεῖνο καί τόν νοῦν ἐκστῆσαν πάντων καί πρός ἑαυτό ὅλον ἐπιστρέψαν θυμηρέστατόν τι χρῆμα, φῶς οἷον ὁρᾷ, ἀποκαλυπτικόν μέν, ἀλλ’ οὐκ αἰσθητῶν σωμάτων, μήτε μέντοι πρός τά κάτω περαινόμενον, μήτε πρός τά ἄνω, μήτ’ ἐπί τά πλάγια, καί πέρας ὅλως οὐχ ὁρᾷ τοῦ ὁρωμένου καί περιλάμποντος αὐτόν φωτός, ἀλλ’ ὥσπερ ἄν εἴ τις ἦν ἥλιος ἀπειροπλασίως λαμπρότερός τε καί μείζων τοῦ παντός· μέσον δ’ ἔστηκεν αὐτός, ὤν ὅλος ὀφθαλμός· τοιοῦτόν τί ἐστιν ἐκεῖνο.



Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης