Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 14

Εὐλαβῶς τοίνυν περί αὐτῶν· ἄκουε, μέχρις ἄν καί σοί γένοιτο πιστεύοντι καταξιωθῆναι τούτων τυχεῖν· τότε γάρ εἴσῃ αὐτῇ πείρᾳ τῶν τῆς ψυχῆς ὀφθαλμῶν οἵων ἀγαθῶν καί μυστηρίων ψυχαί χριστιανῶν κἀνταῦθα κοινωνεῖν δύνανται. Ὀφαλμούς δέ ψυχῆς ἀκούων αὐτῇ πείρᾳ γινώσκοντας τούς ἐπουρανίους θησαυρούς, μή τήν διάνοιαν νομίσῃς. Αὕτη γάρ καί τά αἰσθητά καί τά νοερά ἐπίσης διανοητά δι’ ἑαυτῆς ποιεῖ. Καθάπερ δέ ἥν οὔπω εἶδες πόλιν, εἰ διανοῇ περί αὐτῆς, οὐ τῷ διανοεῖσθαι ταύτην ἐν πείρᾳ γέγονας αὐτῆς, οὕτω καί περί Θεοῦ καί τῶν θείων, οὐ τῷ διανοεῖσθαι ταῦτα καί θεολογεῖν ἐν πείρᾳ τούτων γίνῃ. Καί καθάπερ χρυσόν, εἰ μή αἰσθητῶς κτήσῃ καί αἰσθητῶς ἔχεις ταῖς χεροῖν καί αἰσθητῶς ὁρᾷς, κἄν μυριάκις νόημα χρυσοῦ ἐν διανοίᾳ λάβῃς, ἥκιστα κατέχεις ἤ ὁρᾷς ἤ κέκτησαι χρυσόν, οὕτω κἄν μυριάκις περί τῶν θείων θησαυρῶν διανοήσῃ, μή πάθης δέ τά θεῖα, μηδέ ἴδῃς τοῖς νοεροῖς καί ὑπεράνω τῆς διανοίας ὀφθαλμοῖς, οὔτε ὁρᾷς, οὔτε ἔχεις οὔτε κέκτησαί τι τῶν θείων ἀληθῶς. Νοεροῖς δέ εἶπον ὀφθαλμοῖς, ὡς αὐτοῖς ἐγγινομένης τῆς τοῦ Πνεύματος δυνάμεως, δι’ ἧς ὁρᾶται ταῦτα, ἐπεί καί ὑπέρ τούς νοερούς ὀφθαλμούς ἐστι τό πανίερον ἐκεῖνο θέαμα τοῦ θειοτάτου καί ὑπερφαοῦς φωτός.

Ἀλλά πῶς αἴσθησις σωματική φωτός ἀντιλήψεται μή κυρίως αἰσθητοῦ; Τῇ τοῦ παντοδυνάμου Πνεύματος δυνάμει, καθ’ ἥν καί οἱ πρόκριτοι τῶν ἀποστόλων τοῦτο κατεῖδον ἐν Θαβώρ, οὐκ ἀπό τῆς ἐν ἑαυτῇ φερούσης τόν υἱόν σαρκός μόνον ἀποστράπτον, ἀλλά καί ἀπό τῆς ἐν ἑαυτῇ φερούσης τόν Πατέρα τοῦ Χριστοῦ νεφέλης. Ἄλλως τε καί τό σῶμα τότε πνευματικόν, ἀλλ’ οὐ ψυχικόν ἔσται, κατά τόν ἀπόστολον· «σπείρεται» γάρ, φησί, «σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν· πνευματικόν δ’ ὄν καί πνευματικῶς ὁρῶν τῆς θείας εἰκότως ἀντιλήψεται αὐγῆς. Καί ὥσπερ νῦν ἔργον ἐστίν ἰδεῖν ὡς ἔχομεν νοεράν ψυχήν, καθ’ ἑαυτήν ὑφεστάναι δυναμένην διά τήν παχεῖαν ταύτην σάρκα καί θνητήν καί ἀντίτυπον ἐπηλυγάζουσαν καί κατασπῶσαν, σωματοειδῆ τε καί φανταστικήν μάλιστα καθιστῶσαν τήν ψυχήν, διό καί τήν κατά νοῦν νοεράν ἀγνοοῦμεν αἴσθησιν, οὕτως ἐν τῇ τοῦ μέλλοντος αἰῶνος ἐκείνῃ μακαριωτάτῃ διαγωγῇ τοῖς υἱοῖς τῆς ἀναστάσεως ὡσανεί τό σῶμα κρυβήσεται εἰς ἀγγέλων κατά τό εὐαγγέλιον τοῦ Χριστοῦ μεταποιηθεῖσιν ἀξίαν· διαλεπτυνθήσεται γάρ, ὡς μηδ’ ὕλην ὅλως εἶναι δοκεῖν, μηδ’ ἐπιπροσθεῖν ταῖς νοεραῖς ἐνεργείαις, ἐκνικήσαντος τοῦ νοῦ. Διά τοῦτο καί σωματικαῖς αἰσθήσεσιν ἀπολαύσονται τοῦ θεϊκοῦ φωτός.

Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης