Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 15


Τί δέ; Οὐ πρόσωπον πρός πρόσωπον ἐπί τοῦ μέλλοντος αἰῶνος ὀψόμεθα τόν ἀόρατον κατά τό γεγραμμένον; Οὐκοῦν καί νῦν τούτου λαμβάνοντες τόν ἀρραβῶνά τε καί τό προοίμιον οἱ κεκαθαρμένοι τήν καρδίαν ὁρῶσι τήν αὐτοῖς ἐγγινομένην νοεράν αὐτοῦ καί ἀόρατον αἰσθήσει μόρφωσιν. Φύσις γάρ ὤν ἄϋλος ὁ νοῦς καί φῶς συγγενές, εἰ χρή λέγειν τῷ πρώτῳ καί ἀνωτάτῳ καί μεθεκτῷ πᾶσι καί ἀπολελυμένῳ τοῦ παντός φωτί, καί διά τῆς πρός τό ὄντως φῶς ὁλικῆς ἀνατάσεως, τῇ ἀΰλῳ καί ἀδιαλείπτῳ καί ἀπειλικρινημένῃ προσευχῇ, πρός αὐτόν τόν Θεόν ἀνεπιστρόφως ἀνανεύσας καί οὕτω πρός ἀγγελικήν ἤδη μετασκευασθείς ἀξίαν, ἀγγελοπρεπῶς ὑπ’ αὐτοῦ τοῦ πρώτου φωτός καταλαμφθείς, αὐτό φαίνεται κατά μέθεξιν, ὅ τό ἀρχέτυπον κατ’ αἰτίαν ἐστί, καί δι’ ἑαυτοῦ φαίνει τοῦ κρυφίου κάλλους ἐκείνου τήν ὡραιότητα καί τήν φανοτάτην καί ἀπρόσιτον αὐγήν, ἥν καί ὁ θεῖος ᾠδικός Δαυίδ νοερῶς αἰσθόμενος ἐν ἑαυτῷ, γηθόμενος τούς πιστούς τό μέγα τοῦτο χρῆμα καί ἀπόρρητον ἐδίδασκε λέγων· «ἡ λαμπρότης τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς». Τίς γάρ μή λαμπρότητα Θεοῦ ἐν ἑαυτῷ παθών τε καί ἰδών, εἶτα διαιρέσεσι καί συλλογισμοῖς καί ἀναλύσεσιν αὐτήν ζητῶν, ἀλλά μή ἐν ἁπλότητι καρδίας πιστεύων τοῖς πατράσιν, ἀκοῇ γοῦν ἀνάσχοιτό ποτε παραδέξασθαι λαμπρότητα Θεοῦ σχεῖν τινα ἀνθρώπων; Καλῶς ἄρα Ἰωάννης διά τῆς Ἀποκαλύψεως ἀπεκάλυψεν ἡμῖν ὅτι τά ἐν τῇ ψήφῳ τῇ λευκῇ, ἥν ὁ νικῶν παρά Θεοῦ λαμβάνει, γνῶναι δύναται οὐδείς, εἰ μή ὁ λαβών, μή ὅτι γάρ ὁ μή ἐσχηκώς αὐτήν οὐδέ γνῶναι δύναται αὐτήν, ἀλλ’ εἰ μή πιστόν ὑπέχοι τοῖς εὐμοιρηκόσιν οὗς, οὐδ’ εἶναι ὅλως οἴεταί τι, τήν ὄντως οὖσαν θεωρίαν ἀβλεψίαν λογιζόμενος, οὐχ ὡς ὑπέρ αἴσθησιν καί γνῶσιν οὖσαν, οἷόν τινα γνόφον ἱερόν, ἀλλ’ ὡς μηδαμῇ οὖσαν μηδαμῶς.


Ὅτι δέ τοῦτό ἐστι τό τοῦ μέλλοντος αἰῶνος φῶς καί ὡς αὐτό τό τούς μαθητάς περιαστράψαν ἐν τῇ τοῦ Χριστοῦ μεταμορφώσει φῶς καί τόν δι’ ἀρετῆς καί προσευχῆς κεκαθαρμένον ἀρτίως καταυγάζει νοῦν, συνετῶς ἀκούων εἴσῃ. Διονυσίῳ μέν γάρ τῷ Ἀρεοπαγίτῃ τῷ ἐν Θαβωρίῳ φανέντι τοῦ Χριστοῦ φωτί τά σώματα τῶν ἁγίων ἐπί τοῦ μέλλοντος αἰῶνος κοσμεῖσθαί τε καί περιαστράπτεσθαι σαφῶς εἴρηται. Μακάριος δέ ὁ μέγας «ἡ τῷ τῆς ἐπουρανίου», φησίν, «εἰκόνος ἑνωθεῖσα φωτί ψυχή, καί νῦν μέν μυστηρίων γνῶσιν ἐν ὑποστάσει μυεῖται, ἐν δέ τῇ μεγάλῃ τῆς ἀναστάσεως ἡμέρᾳ τῇ αὐτῇ ἐπουρανίῳ τῆς δόξης εἰκόνι καί τό σῶμα ταύτης καταυγασθήσεται»· «ἐν ὑποστάσει» δέ εἶπεν, ὡς ἄν μή τις νομίσῃ διά γνώσεως καί νοημάτων εἶναι τοῦτον τόν φωτισμόν. Ἄλλως τε καί ὁ πνευματικός ἄνθρωπος ἐκ τριῶν ὑφέστηκε· χάριτος Πνεύματος ἐπουρανίου, ψυχῆς λογικῆς καί γηΐνου σώματος. Ἄκουε δή πάλιν τοῦ αὐτοῦ· «ἡ θεοειδής τοῦ Πνεύματος εἰκών νῦν ἔνδον ὥσπερ ἐντυπωθεῖσα, καί τό σῶμα θεοειδὲς ἔξω τότε καί οὐράνιον ἀπεργάσεται». Καί πάλιν· «τῇ ἀνθρωπότητι καταλλαγείς ὁ Θεός, ἀποκαθίστησι τήν πιστεύσασαν ἐν ἀληθείᾳ ψυχήν, ἐν σαρκί οὖσαν ἔτι, εἰς τήν τῶν οὐρανίων φώτων ἀπόλαυσιν καί τά νοερά αὐτῆς αἰσθητήρια τῷ θείῳ πάλιν φωτί τῆς χάριτος ὀμματοῖ, ὕστερον δέ καί αὐτῷ σώματι περιβαλεῖ τῇ δόξῃ». Καί πάλιν· «οἵων ἀγαθῶν καί μυστηρίων ψυχαί χριστιανῶν ἐνταῦθα κοινωνεῖν δύνανται, τῷ πείρᾳ παραλαβόντι μόνῳ τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς καταφανές γίνεται· ἐν δέ τῇ ἀναστάσει καί αὐτῷ τῷ σώματι τοιούτων πάρεστι τυχεῖν, βλέπειν τε αὐτά καί οἱονεί κρατεῖν, ὁπόταν καί αὐτό πνεῦμα γένηται». Ἆρ’ οὐ γέγονε καταφανές ὡς ἕν καί τό αὐτό ἐστι τό θεῖον φῶς, τό τε τοῖς ἀποστόλοις ἐν Θαβώρ ἑωραμένον καί ταῖς κεκαθαρμέναις νῦν ἐνορώμενον ψυχαῖς καί ἡ τῶν μελλόντων αἰωνίων ἀγαθῶν ὑπόστασις; Διό καί ὁ μέγας Βασίλειος προοίμιον εἶπε τῆς ἐν τῇ δευτέρᾳ παρουσίᾳ τοῦ Χριστοῦ δόξης τό ἐν Θαβωρίῳ λάμψαν ἐν τῇ μεταμορφώσει τοῦ Κυρίου φῶς, ὅς ἀλλαχοῦ φησι σαφῶς ὅτι «διαφαίνετο οἷόν τι φῶς θεῖον διά ὑελίνων ὑμένων, τουτέστι διά τῆς ἐξ ἡμῶν σαρκός τοῦ Κυρίου, ἡ θεία δύναμις αὐτοῦ διαυγάζουσα τοῖς ἔχουσι τούς ὀφθαλμούς τῆς καρδίας κεκαθαρμένους». Ἆρ’ οὐ τοῦτό ἐστιν ἐκεῖνο, τό φανότερον ἐν Θαβωρίῳ διαυγάσαν, ὡς καί ὀφθαλμοῖς σώματος ληπτόν γενέσθαι, ὡς ἠθέλησεν, ὅ καί τοῖς τήν καρδίαν ἔχουσι τότε κεκαθαρμένην πᾶσι δι’ αὐτῆς ἐβλέπετο, τοῦ προσκυνητοῦ σώματος ὡς ἀπό δίσκου τινός φρικτῶς ἐξαστράπτον καί τήν καρδίαν αὐτῶν περιαστράπτον; Μετά τούτων εἴθε καί ἡμεῖς εὑρεθείημεν ἀνακεκαλυμένῳ προσώπῳ τήν δόξαν Κυρίου κατοπτριζόμενοι». Καλόν γάρ, ἐπευξαμένῳ τοῦτο ἐκεῖ τῷ μεγάλῳ, καί ἡμᾶς συνεύξασθαι τούς πιστεύοντας.

Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης