Σελ 16
Ὑπέρβαση καὶ τῶν χρησίμων
ΑΝΑΛΓΗΣΙΑ ἐστι τό καταργοῦν τήν προσευχήν, ἥν καί πώρωσιν οἱ πατέρες ὀνομάζουσιν, ἀλλ’ οὐχί τό ἄλγος τῆς ἁφῆς... Ταῦτα ἄρα καί τῶν πατέρων εἰσίν οἵ τήν νηστείαν οἱονεί οὐσίαν εἶναι προσευχῆς ἀπεφήνατο· «ὕλη» γάρ, φασί, «προσευχῆς, πεῖνα». Ἕτεροι δέ ποιότητα τοῦτ’ ἔφησαν αὐτῆς· ἄποιον γάρ ἴσασι τήν ἄνευ κατανύξεως προσευχήν. Τί δέ ὁ λέγων, «δίψα καί ἀγρυπνία ἐξέθλιψαν καρδίαν· καρδίας δέ θλιβείσης ἐξεπήδησαν δάκρυα», «προσευχή» δ’ αὖθις «δακρύων μήτηρ καί πάλιν θυγάτηρ»; Εἶδες πῶς τό κατά τήν ἁφήν ἄλγος τοῦτο μή μόνον οὐκ ἐμπόδιον γίνεται τῇ προσευχῇ, ἀλλά καί διαφερόντως συνεργεῖ; Τί δέ τά δάκρυα ταῦτα, ὧν ἐστιν ἡ προσευχή θυγάτηρ τε καί μήτηρ; Οὐκ ὀδυνηρά μέν ἐστι καί πικρά καί δακνηρά φύσει τοῖς ἄρτι τοῦ μακαρίου πένθους γευσαμένοις, τοῖς δέ καταπολαύσασιν αὐτοῦ πρός ἡδέα καί ἀνώδυνα μεταποιεῖται; Πῶς οὖν οὐ λυμαίνονται τῇ προσευχῇ, μᾶλλον δέ πῶς καί γεννῶσιν αὐτήν καί γεννῶνται ὑπ’ αὐτῆς τά σωματικῶς ἐνεργούμενα, τά καί κατ’ αἴσθησιν ἡδύνοντά τε καί ἀλγύνοντα; Πῶς δέ αὐτά χαρίζεται Θεός, κατά τόν λέγοντα, «εἰ δάκρυον ἐκτήσω ἐν τῇ προσευχῇ σου, ὁ Θεός ἥψατό σου τῶν ὀφθαλμῶν τῆς καρδίας καί νοερῶς ἀνέβλεψας»;
«Ἀλλ’ ὁ Παῦλος», φησίν, «ἁρπαγείς ἕως τρίτου οὐρανοῦ οὐκ οἶδεν, εἴτε ἐν σώματι ἦν εἴτε τοῦ σώματος ἐκτός, ὡς ἐπιλελησμένος τῶν κατά τό σῶμα πάντων· εἰ τοίνυν προσῆκον τόν πρός Θεόν διά προσευχῆς ἐπειγόμενον τῶν κατά τό σῶμα ἀναισθήτως ἔχειν, πῶς δῶρα θεοῦ, ὧν ἀπαλλάττεσθαι προσήκει τόν πρός αὐτόν ἐπειγόμενον;». Ἀλλ’ οὐχί τῶν σωματικῶν μόνων ἐνεργειῶν ἀπαλλάττεσθαι προσήκει τόν πρός τήν θείαν ἕνωσιν ἐπειγόμενον, ἀλλά καί τάς νοεράς ἐνεργείας καί πάντα τά θεῖα φῶτα καί πᾶσαν πασῶν ἁγίων ἀκροτήτων ἀνάβασιν ἀπολιπεῖν κατά τόν μέγαν Διονύσιον. Οὐδέν οὖν τούτων δῶρον Θεοῦ, οὐδ’ ἡ πασῶν ἁγίων ἀκροτήτων ἀνάβασις, ἐπεί τούτων ἀπαλλάττεσθαι προσήκει τόν πρός τήν θείαν ἕνωσιν ἐπειγόμενον; «Καί πῶς ἄν εἴη», φησίν, «ἐκ τῆς χάριτος ταῦτα, ὧν οὐ μέλλει αἰσθάνεσθαι κατά τήν τῷ Θεῷ τόν ἄνθρωπον ἑνοῦσαν νοεράν προσευχήν; Μάτην γάρ ἀν γένοιτο, μάταιον δέ τῶν ἐκ Θεοῦ οὐδέν». Ματαιολογίᾳ χαίρων, ἄνθρωπε, ὁ καί ἡμᾶς εἰς τοιούτους λόγους κατασπῶν, καί οὕτως ἡγῇ τήν θείαν ἕνωσιν μικρόν ὡς οὐχί τῶν μεγάλων καί ἀναγκαίων ὑπεραίρειν, ἀλλά τῶν ματαίων μόνον, καί ὅ ἄν μή παρῇ, ταύτης τελουμένης, μάταιον ἡγῇ. Ὄντως δῆλος εἶ μή τῶν ματαίων αὐτός ἀνώτερον καταστήσας σεαυτόν· εἰ γάρ ὑπερανέστηκας, ἔγνως ἄν ὅσῳ καί τῶν χρησίμων ἡ πρός Θεόν ὑπερανέστηκεν ἕνωσις.
Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά