Σελ 19
Πᾶν δώρημα τέλειον
ΚΑΝ τοῖς προφητικοῖς δέ καί ἰαματικοῖς καί διακριτικοῖς καί ἁπλῶς τοῖς κεχαριτωμένοις ὑπό τοῦ θείου Πνεύματος ἅπασι, κατά τούτων ἕκαστον τῶν χαρισμάτων ἐστί μείζων τε καί ἐλάττων· ὡς καί ὁ Παῦλος εὐχαριστεῖ τῷ Θεῷ, πάντων μᾶλλον γλώσσαις λαλῶν, ἀλλά καί ὁ τό ἔλαττον ἔχων, δῶρον ἔχει Θεοῦ. «Ζηλοῦτε» γάρ, αὖθις ὁ αὐτός ἀπόστολος, «τά χαρίσματα τά κρείττονα», φησίν, ὡς καί ἐλαττόνων ὄντων. Εἰ γάρ «καί ἀστήρ ἀστέρος διαφέρει ἐν δόξῃ», τουτέστι φωτός περιουσίᾳ, ἀλλ’ οὐδείς τῶν ἀστέρων ἀφώτιστος. Οὐκ ἀληθές ἄρ’ ἐκεῖνο τό παρά τοῦ φιλοσόφου προτεταγμένον, ἀφ’ οὗ κατά τῶν ἡσυχαζόντων ἐνταῦθ’ ἐστιν ὡρμημένος, ὅτι τά τοῦ Θεοῦ δῶρα τελεώτατα. Καί ὁ τῶν ἀποστόλων γάρ ἀδελφόθεος «πᾶν δώρημα τέλειον ἄνωθεν» εἶπεν, οὐ ”τελεώτατον”... Οὐκ ἐπ’ ἄπειρον οἱ ἅγιοι κατά τήν θεοπτίαν ἐπί τοῦ μέλλοντος προκόψουσιν αἰῶνος; Παντί που δῆλον ὡς ἐπ’ ἄπειρον· καί τούς ἀγγέλους γάρ ὁ τῶν οὐρανίων ὑποφήτης Διονύσιος ἐπίδοσιν ἀεί κατ’ αὐτήν λαμβάνειν παραδίδωσι, χωρητικωτέροις ὑπό τῆς προλαβούσης ἐπιτελουμένους πρός τήν τρανοτέραν ἔλλαμψιν. Ἀλλ’ οὐδέ τῶν ταύτης εὐμοιρηκότων ἐπί γῆς ἐκ τοῦ παντός αἰῶνος εἴδομέν τινα ἤ ἀκηκόαμεν μή τελεωτέρας ἔτι ταύτης ἐφιέμενον. Εἰ τοίνυν ἡ μέν ἔφεσις τῶν ἐπιτυγχανόντων οὐχ ἵσταται, ἡ δέ προλαβοῦσα χάρις δυναμοποιός ἐστιν αὐτοῖς πρός τήν τῶν μειζόντων μετάληψιν, ὁ δ’ ἐπιδιδούς ἑαυτόν ἄπειρός ἐστι καί δαψιλῶς καί ἀφθόνως χορηγεῖ, τίς ὑπολέλειπται τρόπος μή οὐχί προκόπτειν τούς υἱούς τοῦ μέλλοντος αἰῶνος κατ’ αὐτήν ἐπ’ ἄπειρον, χάριν ἐκ χάριτος κομιζομένους καί τήν ἀκάματον ἐπιτερπῶς ἀνιόντας ἄνοδον; Οὐκοῦν «πᾶν δώρημα τέλειον ἄνωθεν», ἀλλ’ οὐ τελεώτατον· τό γάρ τελεώτατον προσθήκην οὐκ ἐπιδέχεται.
Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά