Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 20


Ἀπόρρητες ἐνέργειες τοῦ σώματος




ΤΙ δ’ ἄλγος, ποία δ’ ἡδονή, τίς δέ κίνησις ἐν σώματι, οὐ κοινή ἐνέργεια ψυχῆς ἐστι καί σώματος; ...Ἔστι γάρ καί πάθη μακάρια καί κοιναί ἐνέργειαι ψυχῆς καί σώματος οὐ προσηλοῦσαι τῇ σαρκί τό πνεῦμα, ἀλλ’ ἐγγύς τῆς τοῦ Πνεύματος ἀξίας ἀνέλκουσαι τήν σάρκα καί ἄνω νεύειν καί αὐτήν ἀναπείθουσαι. Τίνες αὗται; Αἱ πνευματικαί, οὐκ ἀπό τοῦ σώματος ἐπί τόν νοῦν ἰοῦσαι, ὅ καί πρότερον εἴπομεν, ἀλλ’ ἀπό τοῦ νοῦ ἐπί τό σῶμα διαβαίνουσαι καί τοῦτο διά τῶν ἐνεργημάτων τε καί παθημάτων τούτων ἐπί τό κρεῖττον μετασκεύαζουσαι καί θεουργοῦσαι. Καθάπερ γάρ κοινή ἐστι σώματος καί ψυχῆς ἡ τοῦ ἐνανθρωπήσαντος λόγου τοῦ Θεοῦ θεότης, διά μέσης ψυχῆς θεώσασα τήν σάρκα, ὡς καί Θεοῦ ἔργα ἐκτελεῖσθαι δι’ αὐτῆς, οὕτως ἐπί τῶν πνευματικῶν ἀνδρῶν ἡ τοῦ Πνεύματος χάρις, διά μέσης ψυχῆς πρός τό σῶμα διαπορθμευομένη, πάσχειν καί αὐτῷ τά θεῖα δίδωσι καί μακαρίως συμπάσχειν τῇ ψυχῇ τῇ τά θεῖα πεπονθυίᾳ, ἥτις, ἐπεί πάσχει τά θεῖα, καί παθητικόν ἔχει τι δήπουθεν ἐπαινετόν καί θεῖον· μᾶλλον δέ, ἕν ὄν τό ἐν ἡμῖν παθητικόν, καί τοιοῦτον ἐκτελεῖσθαι πέφυκε. Προελθόν οὖν εἰς τήν μακαρίαν ταύτην ἐντελέχειαν καί τό σῶμα θεουργεῖ, οὐκ ἀπό τῶν σωματικῶν καί προσύλων παθημάτων τότ’ αὐτό κινούμενον, εἰ καί τοῖς μή πεῖραν ἐσχηκόσι δόξειεν ἄν, ἀλλ’ αὐτό μᾶλλον πρός αὐτό τό σῶμα ἐπιστρέφον καί τῆς πρός τά χείρω σχέσεως ἀπάγον καί ἁγιασμόν αὐτό δι’ ἑαυτοῦ καί θέωσιν ἐμπνέον ἀναφαίρετον, οὗ τεκμήριον ἐναργές αἱ τῶν ἁγίων θαυματοποιοί σοροί. Τοῦ δέ πρωταγωνιστοῦ Στεφάνου καί ἔτι περιόντος «τό πρόσωπον ἐφάνη ὡσεί πρόσωπον ἀγγέλου». Ἆρ’ οὖν οὐχί καί τά θεῖα τό σῶμα ἔπαθεν; Οὐκοῦν καί τό πάθος τοῦτο καί ἡ κατ’ αὐτό ἐνέργεια ψυχῆς καί σώματος ἐστι κοινή. Καί ἡ συμπάθεια τούτων αὕτη οὐχ ἧλος γίνεται τῇ ψυχῇ πρός τά γήϊνά τε καί σωματικά φρονήματα, καί σκότους αὐτήν ἀναπίπλησιν, ἀλλά σύνδεσμός τις ἀπόρρητος καί ἕνωσίς ἐστι πρός τόν Θεόν καί αὐτό τό σῶμα θαυμασίως ἀπανιστᾶσα τῶν πονηρῶν καί γηΐνων παθημάτων· «οἱ γάρ κραταιοί τοῦ Θεοῦ», προφητικῶς εἰπεῖν, «τῆς γῆς σφόδρα ἐπήρθησαν». Τοιαῦταί εἰσιν ἅς ἀκούεις ἀπορρήτους ἐνεργείας τελουμένας ἐν σώματι τῶν ἱερῶς διά βίου τήν ἱεράν ἡσυχίαν ἀσπαζομένων, καί τό δοκοῦν ἐν αὐταῖς ἄλογον λόγου κρεῖττόν ἐστι καί τοῦ λόγῳ ταύτας ἀνετάζοντος, ἀλλά μή πράξει καί τῇ δι’ αὐτῆς πείρᾳ τήν εἴδησιν ζητοῦντος, ὑπερβαῖνον διαφεύγει τήν διάνοιαν, καί οὗτος ἄν μή πίστιν προσαγάγῃ, τήν μόνην τῆς ὑπέρ λόγον ἀληθείας δεκτικήν, ἀνιέρως ἐκλαμβάνων, φεῦ, τά ἱερά, οὐχ ὁσίως διασύρει τά ὅσια.



Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης