Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 21


Μνήμη Θεοῦ




ΗΜΕΙΣ οὐ τοῦτ’ εἶναι ἀπάθειαν ἐδιδάχθημεν, τήν τοῦ παθητικοῦ νέκρωσιν, ἀλλά τήν ἀπό τῶν χειρόνων ἐπί τά κρείττω μετάθεσιν αὐτοῦ καί τήν ἐπί τά θεῖα καθ’ ἕξιν ἐνέργειαν, ὁλικῶς ἀπεστραμμένου τά πονηρά καί ἐπεστραμμένου πρός τά καλά, καί οὗτος ἡμῖν ἀπαθής, ὁ τάς πονηράς ἕξεις ἀποκτησάμενος καί ἐν ταῖς ἀγαθαῖς πλουτήσας, ὀ «οὕτω ποιωθείς ταῖς ἀρεταῖς ὡς οἱ ἐμπαθεῖς ταῖς μή καλαῖς ἡδοναῖς», ὁ οὕτως ὑποτάξας τό θυμικόν τε καί ἐπιθυμητικόν, ἅ συναμφότερά ἐστι τό τῆς ψυχῆς παθητικόν, τῷ γνωστικῷ καί κριτικῷ καί λογιζομένῳ τῆς ψυχῆς, ὡς οἱ ἐμπαθεῖς τῷ παθητικῷ τό λογιζόμενον· παράχρησις γάρ ἐστι τῶν δυνάμεων τῆς ψυχῆς ἡ τά τῶν παθῶν ἀποτρόπαια φύουσα, καθάπερ καί τήν μεμωραμένην σοφίαν ἡ τῆς γνώσεως τῶν ὄντων παράχρησις· εἰ δέ τις καλῶς ταύταις χρῷτο, διά μέν τῆς γνώσεως τῶν ὄντων πνευματικῶν ἐκλαμβανομένων τήν θεογνωσίαν πορίσεται, διά δέ τοῦ τῆς ψυχῆς παθητικοῦ, δι’ ὅ πρός Θεοῦ πεποίηται κινουμένου, τάς καταλλήλους ἀρετάς ἐργάσεται, τῷ μέν ἐπιθυμητικῷ τήν ἀγάπην ἐνστερνιζόμενος, τῷ δέ θυμοειδεῖ τήν ὑπομονήν κατακτώμενος. Οὐχ ὁ νεκρώσας τοίνυν, ἐπεί καί πρός τάς θείας ἕξεις καί σχέσεις καί διαθέσεις ἔσται ἀκίνητός τε καί ἀνενέργητος, ἀλλ’ ὁ τοῦθ’ ὑποτάξας, ὥστε διά τοῦ πείθεσθαι τῷ νῷ, φύσει λαχόντι τήν ἡγεμονίαν, πρός Θεοῦ ἀγόμενον ᾗ δέον, ἀνατείνεσθαι διά τῆς ἀδιαλείπτου μνήμης τοῦ Θεοῦ πρός τόν Θεόν καί δι’ αὐτῆς εἰς ἕξιν ἀφικνεῖσθαι τῆς θείας διαθέσεως καί εἰς ἀρίστην ἕξιν προβιβάζειν ταύτην, ἥτις ἐστίν ἡ πρός Θεόν ἀγάπη, δι’ ἥν πληροῖ κατά τό λόγιον τάς τοῦ ἀγαπωμένου ἐντολάς, ἐξ ὧν διδάσκεται καί ἐνεργεῖ καί κτᾶται τήν εἰλικρινῆ τε καί τελείαν πρός τόν πλησίον ἀγάπην, αἷς μή συνεῖναι τήν ἀπάθειαν, τῶν ἀδυνάτων.

Νέκρωσις ἄρ’ οὖν ἐστι τοῦ λογιστικοῦ θείοις θεωρήμασιν ἐνασχολεῖσθαι καί Θεῷ τόν ὕμνον καί τήν εὐχαριστίαν ἀναπέμπειν καί τούτῳ διά τῆς συνεχοῦς κολλᾶσθαι μνήμης; Ἤ τοῦτό ἐστιν ἡ ὄντως ζωή καί ἀληθής ἐνέργεια τοῦ νοῦ; Τόν αὐτόν ἄρα τρόπον οὐδέ τό παθητικόν νεκροῦσιν οἱ ἐρασταί τῶν καλῶν, κατακλείσαντες ἀργόν καί ἀκίνητον ἐν ἑαυτοῖς, οὐδέ γάρ ἄν σχοῖεν ὅτῳ ἄν ἐρῷεν τοῦ ἀγαθοῦ καί μισοῖεν τόν πονηρόν, οὐδέ δι’ οὗ τοῦ μέν ἀλλοτριωθεῖεν, οἰκειωθεῖεν δέ τῷ Θεῷ. Τοῦτο δέ νεκροῦσι, τήν πρός τά πονηρά σχέσιν τῆς δυνάμεως ταύτης ὅλην μετατιθέντες ἐπί τήν πρός Θεόν ἀγάπην, κατά τήν πρώτην καί μεγάλην ἐντολήν· «ἀγαπήσεις» γάρ, φησί, «Κύριον τόν Θεόν σου ἐξ ὅλης τῆς ἰσχύος σου», ταὐτόν δ’ εἰπεῖν τήν δυνάμεώς σου· ποίας δυνάμεως ὅλης; Δῆλον ὅτι τοῦ παθητικοῦ· τοῦτο γάρ ἐστι τό τῆς ψυχῆς φιλοῦν. Τοῦτο δή διατεθέν οὕτω καί τάς ἄλλας τῆς ψυχῆς δυνάμεις τῶν γηΐνων ἀπανίστησι καί ἀνατείνει πρός Θεόν· τοῦτο διατεθέν οὕτω καί τῇ προσευχῇ τό εἰλικρινές πορίζει καί τόν νοῦν οὐκ εἴργει, ἀλλά καί συμπράττει διά τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τόν Θεόν· τοῦτο διατεθέν οὕτω καί σαρκός ὑπερφρονεῖν καί τά κατ’ αὐτήν ἄλγη ρᾷον φέρειν τοῖς ὑπέρ τοῦ ὄντως ἐφετοῦ πάσχουσι παρέχει· δι’ αὐτοῦ γάρ ἐκείνῳ τῷ φίλτρῳ κατ’ ἄκρας ἁλόντες καί οἷον ἐπαναστάντες τῆς σαρκός, τῇ δι’ εὐχῆς καί ἀγάπης πρός τό θεῖον Πνεῦμα κοινωνία, τά σαρκός ταῦτα πάθη κατά μόνον τό κρίνειν αἰσθανόμενοι, διαγίνονται.



Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης