Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 23

Οὕτω μή μόνον ἐν ἀγγέλοις, ἀλλά καί ἐν ἡμῖν, οὐχ ὅπως ἐμμέσως καί δι’ ἑτέρων, ἀλλά καί ἄμεσοι καί αὐτοφανεῖς θεοπτίαι τελοῦνται, οὐ διά τῶν πρώτων διαπορθμευτικῶς ἐπί τά δεύτερα ἰοῦσαι· ὁ γάρ Κύριος τῶν κυρίων νόμοις οὐχ ὑπόκειται κτίσεως. Διό καί κατά τάς ἱεράς ἡμῶν παραδόσεις πρῶτος καί μόνος ὁ Γαβριήλ μυεῖται τό τῆς ἀφθέγκτου κενώσεως τοῦ λόγου μυστήριον, καίτοι μή τῆς πρώτως καί ἀμέσως περί Θεόν ἱδρυμένης ἀγγελικῆς τάξεως ὑπάρχων. Ἔδει δ’ ἄρα καινήν εἶναι τήν τῆς καινῆς κτίσεως ἀρχήν. Ὁ γάρ μέχρις ἡμῶν ὑπέρ ἡμῶν κενώσεως ἑαυτόν τά πάντα ἐποίησε καινά· διό καί ἀναλαμβανόμενος εἰς οὐρανόν τούς ἐν ὑποβεβηκυίᾳ τάξει καί μᾶλλον περικοσμίους ἀγγέλους καθά φησιν ὁ ἅγιος Κύριλλος, φωτιστικούς καί τελεσιουργούς ποιεῖται τῆς ἀνωτέρω ταξιαρχίας, αἴρειν πύλας αἰωνίους τοῖς ἄρχουσιν αὐτῶν διακελευομένους καί μυοῦντας, ὡς εἰσελεύεται καί ἀνελεύσεται καί πάσης ἀρχῆς καί ἐξουσίας ἐπάνω καθιεῖται ὁ σάρκα περικείμενος διά φιλανθρωπίαν ἄφατον. Κύριος γάρ ἐστι τῶν δυνάμεων καί βασιλεύς τῆς δόξης, πάντα δυνάμενος, καί τούς ἐσχάτους ποιεῖν ὑπέρ τούς πρώτους ὅτε βούλοιτο. Πρό δέ τῆς διά σαρκός τοῦ Θεοῦ ἐπιφανείας, ἐν μέν ἀγγέλοις οὐδέν τοιοῦτον ἐδιδάχθημεν, κἀν τοῖς προφήταις καταλλήλως, πλήν τῶν τήν μέλλουσαν χάριν προϋπογραφόντων, ἧς νῦν ἐπιφανείσης, οὐκ ἀνάγκη πάντα τελεῖσθαι διά μεσότητος. Ταῦτ’ ἄρα καί κατά τόν μέγαν Παῦλον, «νῦν ἐγνωρίσθη τοῖς ἀρχαῖς καί ταῖς ἐξουσίαις διά τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ», καί κατά τόν κορυφαῖον τοῦ χοροῦ τῶν ἀποστόλων Πέτρον, «διά τῶν εὐαγγελισαμένων ἡμᾶς ἐν Πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανῶν νῦν ἀνηγγέλη ταῦθ’ ἡμῖν, εἰς ἅ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι». Μειζόνων δέ κατά τοῦτο τῶν ἐλαττόνων τελουμένων διά τῆς χάριτος, πάλιν ἡ τῆς εὐκοσμίας τάξις ἀσφαλῶς ἅμα συντηρεῖται καί θαυμασίως.

Μυστικαί δ’ ὁράσεις διαφόρων γίνονται πραγμάτων, ὄντων, μελλόντων, αἰσθητῶν, νοητῶν, προσύλων, ἀΰλων, προβεβηκότων, ὑποβεβηκότων, καί ἄλλοτε ἄλλως καί διαφόρως τούτων ἕκαστον ἀποκαλύπτονται τῇ δυνάμει τῶν ὁρώντων ἀναλόγως καί τοῖς οἰκονομουμένοις καταλλήλως πράγμασι. Καί αὐτοῦ δέ ἡ τοῦ πάντων ἐπέκεινα ἐμφάνεια κατ’ ἄλλας καί ἄλλας αἰτίας τε καί δυνάμεις ἐν τοῖς ἱεροῖς ἀνακτόροις ἤ ἄλλοθί που τοῖς μύσταις ἤ τοῖς προφήταις, ὡς ὁ μέγας Διονύσιός φησιν, ἐπέλαμψε, κἄν ὁ τυφλόν ἑαυτόν καλέσας οὗτος καί φερωνύμως ἀδιακρίτως πᾶσιν ἐπιβάλλων, μᾶλλον δέ μηδ’ ἐπιβάλλων ὅλως, ἀξιοῖ τούς τό αἰώνιον φῶς ἐφ’ ὅσον εἰκός πρεσβεύοντας ἡμᾶς καί τά φανέντα ἅρματα καί τούς τροχούς καί τά ξίφη καί ἄλλα δή τινα τοιαῦτα τῷ φωτί τοῦ μέλλοντος αἰῶνος ὁμότιμα ἡγεῖσθαι· καί οὐδ’ ἐκεῖνο παρά τῆς θεολογίας ἤκουσεν, «ὡς ἀντί πάντων τόθ’ ἡμῖν ἡ θεία γενήσεται φύσις», ἵν’ ἐντεῦθεν γοῦν Θεοῦ εἶναι τό φῶς τουτί πιστεύσῃ.

Καίτοι τόν Θεόν οὐδείς εἶδεν, οὐδέ ὄψεται, οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, ἀλλ’ ᾗ ἄγγελος καί ἄνθρωπος αἰσθητῶς ἤ νοητῶς ὁρῶν. Ὁ δέ Πνεῦμα γεγονώς καί ἐν Πνεύματι ὁρῶν, πῶς οὐ τῷ ὁμοίῳ τό ὅμοιον θεάσεται, κατά τούς τῶν θεολόγων λόγους; Οὐ μήν ἀλλά καί δι’ αὐτῆς τῆς ἐν Πνεύματι ὁράσεως τό ὑπερανιδρυμένον θεῖον φῶς κρύφιον παντάπασιν ἔτι μάλιστα δηλοῦται. Τίς γάρ τῶν κτιστῶν χωρῆσαι δύναιτ’ ἄν πᾶσαν τήν ἀπειροδύναμον δύναμιν τοῦ Πνεύματος, ἵνα δι’ αὐτῆς τό πᾶν κατίδοι τοῦ Θεοῦ; Καί τί λέγω τήν κρυφιότητα ἐκείνην; Αὐτή ἡ ἀγλαΐα τοῦ φωτός ἐκείνου, ἥ παραδόξως ὡς ὕλην ἔχει τήν θέαν τοῦ ὁρῶντος, αὔξουσα διά τῆς ἑνώσεως τό πνευματικόν ἐκεῖνο ὄμμα καί χωρητικώτερον ἀεί ἑαυτῆς ἐργαζομένη, οὐδέποτε λήξει διά τοῦ παντός αἰῶνος φανοτέραις ἀκτῖσι περιαυγάζουσα αὐτό καί κρυφιωτέρας ἐς τό διηνεκές αἴγλης ἐμπιπλῶσα καί ἀναφαίνουσα δι’ ἑαυτῆς, ἅ μηδέπω πρότερον. Ὅθεν καί τοῦτ’ ἄπειρον οἱ θεολόγοις λέγουσι τό φῶς, δι’ οὗ κατά ἀπόπαυσιν πάσης γνωστικῆς δυνάμεως, ἐν δυνάμει Πνεύματος, ὁρατός γίνεται τοῖς ἁγίοις ὁ Θεός, ὡς Θεός θεοῖς ἑνούμενός τε καί ὁρώμενος· τῇ γάρ μεθέξει τοῦ κρείττονος ἐπί τό κρεῖττον μετασκευασθέντες καί προφητικῶς εἰπεῖν ἀλλάξαντες ἰσχύν, πᾶσαν ἀποπαύσουσιν ἐνέργειαν ψυχῆς καί σώματος, ὥστε μόνον αὐτό δι’ αὐτῶν φαίνεσθαι καί ὑπ’ αὐτῶν ὁρᾶσθαι, τῶν φυσικῶν γνωρισμάτων τῇ ὑπερβολῇ τῆς δόξης νικηθέντων, «ἵνα ᾗ ὁ Θεός τά πάντα ἐν πᾶσι» κατά τόν ἀπόστολον. Υἱοί γάρ Θεοῦ ἐσόμεθα τῆς ἀναστάσεως υἱοί ὄντες καί ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ, οἵ διά παντός βλέπουσι τό πρόσωπον τοῦ Πατρός ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, κατά τόν τοῦ Κυρίου λόγον.


Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης